Ancient Greek
Paragraph 39
Origen, Selecta in Deuteronomium 39
Not analysed yet
Συναχθέντες ἄρχοντες λαῶν. Οἱ θεσπέσιοι μαθηταὶ, ᾗ φησι καὶ ὁ Δαυὶδ ἐκ προσώπου αὐτῶν· «Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν.» Καὶ πάλιν· Ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἀβραάμ. »Τὴν κλῆσιν οὖν δηλοῖ τῶν ἐθνῶν, ὦς τοῦ Θεοῦ μέλλοντος ἄρξειν ἐν ταὐτῷ καὶ τοῦ Ἰσραὴλ καὶ τῶν ἐθνῶν. «Ἠγαπημένος »δὲ λέγεται ὁ Υἱός. «Οὗτος γάρ ἐστι, φησὶν, ὁ Υἱός μου ὁ ἀγαπητός. »Καὶ διὰ τοῦτο ἄρχει ἡμῶν ὁ Παπτὴρ καὶ βασιλεύει.