Ancient Greek · ~1 min
Paragraph 12
Origen, Selecta in Exodum 12
Not analysed yet
Ἐγενήθη δὲ μεσούσης τῆς νυκτὸς, καὶ Κύριος ἐπάταξε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ. »Διʼ ἀγγέλων γὰρ ὁ Θεὸς τὰς θανατηφόρους ταύτας ἐπάγει πληγὰς, ὡς καὶ ἐν ταῖς Βασιλείαις ἔγνωμεν πῶς ἐν μιᾷ νυκτὶ ὁ ἄγγελος ἀνεῖλε τῶν Ἀσσυρίων ρπε΄ χιλιάδας.