Ancient Greek · ~1 min
Paragraph 14
Origen, Selecta in Exodum 14
Not analysed yet
«Καὶ οὐκ ἐξοίσετε ἐκ τῆς οἰκίας τῶν κρεῶν ἔξω.» Ἐκκλησιαστικὸν λόγον οὐ δεῖ ἔξω τῆς Ἐκκλησίας πρεσβεύειν, ὡς ἕξω τῆς οἰκίας μὴ ἐκφέρειν τὰ κρέα· φημὶ δὲ εἰς συναγωγὴν Ἰουδαίων ἥ αἱρετικῶν· ὅμοιον γάρ ἐστι τῷ ῥίψαι τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων.