Ancient Greek
Paragraph 19
Origen, Selecta in Exodum 19
Not analysed yet
«Ἐκεῖ ἔθετο αὐτῷ ὁ Θεὸς δικαιώματα καὶ κρίσεις, καὶ ἐκεῖ αὐτὸν ἐπείρασε.» Ὅτε Θεὸς πειράζει, ἐπʼ ὠφελείᾳ πειράζει, οὐκ ἐπὶ τῷ κακοποιῆσαι· διὸ καὶ ἐλέχθη, ὅτι Ὁ Θεὸς ἀπείραστός ἐστι κακῶν, »ὡς καὶ μετʼ ὀλίγα ἐπάγει ὁ λόγος· «Ἐὰν ἀκοῇ ἀκούσῃς Κυρίου τοῦ Θεοῦ σου, πᾶσαν νόσον, ἥν ἐπήγαγον τοῖς Αἰγυπτίοις, οὐκ ἐπάξω ἐπὶ σέ. »Ὁ οὖν φέρων τοὺς πειρασμοὺς γενναίως, στεφανοῦται. Ἄλλο δέ ἐστιν ἐπὶ τοῦ διαβόλου· ἐκεῖνος γὰρ πειράζει, ἵνα τοὺς πειθομένους αὐτῷ θανατώσῃ· καὶ ὁ μὲν Θεὸς πειράζει οὐκ ἀγνοῶν τὸ ἐσόμενον, πλὴν διδοὺς τῷ ἀνθρώπῳ πράττειν ὃ θέλει διὰ τὸ αὐτεξούσιον.