Ancient Greek · ~1 min
Paragraph 21
Origen, Selecta in Exodum 21
Not analysed yet
«Καὶ πατάξεις τὴν πέτραν, καὶ ἐξελεύσεται ἐξ αὐτῆς ὕδωρ. »Πέτρᾳ παρεικάζεται ὁ Χριστὸς διὰ τὸ ἄσειστον καὶ ἀκλόνητον. Ἐρήρεισται γὰρ ἐν τοῖς ἀγαθοῖς ἡ θεία τε καὶ ὑπερτάτη φύσις.