Ancient Greek · ~1 min
Paragraph 7
Origen, Selecta in Exodum 7
Not analysed yet
«Καὶ σφάξουσιν αὐτὸ πᾶν τὸ πλῆθος συναγωγῆς υἱῶν Ἰσραὴλ πρὸς ἐσπέραν.» Πρὸς ἐσπέραν δὲ κελευόμεθα σφάξαι τὸ πρόβατον, ἐπειδὴ καὶ ἐσχάτῃ ὥρᾳ τὸ ἀληθινὸν ἡμῶν πρόβατον εἰς τὸν κόσμον ἦλθεν ὁ Σωτήρ.