Ancient Greek · ~3 min
Paragraph 9
Origen, Selecta in Exodum 9
Not analysed yet
«Πᾶς ὅς ἄν φάγῃ ζύμην, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐξ Ἰσραήλ.» Ἐξολοθρευθήσεται ἄνθρωπος ἕνεκεν ζύμης· καὶ ὁ τῶν ὅλων Θεὸς ὁ χρηματίζων τοὺς νόμους, ὡς ὀλοθρεύει μοιχὸν, ὡς ὀλοθρεύει πόρνον, ὡς ὀλοθρεύει παιδοφθόρον, οὕτως ὀλοθρεύει τὸν ἔχοντα ζύμην ἐν τῇ οἰκίᾳ αὐτοῦ ἐν τῇ τῶν ἀζύμων ἡμέρᾳ. Τοῦτο κατὰ Θεόν ἐστι; τοῦτο κατὰ νόμον τὸν οὐράνιόν ἐστιν; Ἀλλʼ εἴποιμι ἂν ὅτι ἐὰν ἔχῃς ζύμην πονηρίας, καὶ μὴ ἐξολοθρεύσῃς πᾶσαν ζύμην κακίας ἀπὸ τοῦ ἡγεμονικοῦ σου· αὕτη γἅρ ἐστιν ἡ ἀληθινὴ φἰκία σου· ὁ Θεὸς τῶν ὅλων νομοθετεῖ ἐξολοθρευθῆναί σε μὴ ἀποβαλόντα τὴν ζύμην τὴν παλαιὰν ἀπὸ σεαυτυῦ. Χρὴ γάρ σε ἐλθόντα εἰς τὸν καιρὸν τῶν νέων, νέον γενόμενον μηδὲν ἕχειν ἀρχαῖον. «Τὰ ἀρχαῖα παρῆλθε,» καὶ τὰ ἐξῆς. Ὅρα πῶς ἔδει ἑορτάζειν ἐν μηνὶ τῶν νέων τὴν ἑορτὴν τῶν ἀζύμων.