Ancient Greek · ~2 min
Volume 13
Origen, Selecta in Ezechielem (fragmenta e catenis) 13.768
Not analysed yet
ΕΚ ΤΩΝ ΩΡΙΓΕΝΟΥΣ ΕΚΛΟΓΑΙ ΕΙΣ ΤΟΝ ΙΕΖΕΚΙΗΛ. ΚΕΦ. Αʹ. Καὶ ἐγένετο ἐν τῷ τριακοστῷ ἔτει, ἐν τῷ τετάρτῳ μηνὶ, πέμπτῃ τοῦ μηνὸς, καὶ ἐγὼ ἤμην ἐν μέσῳ τῆς αἰχμαλωσίας ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ· καὶ ἠνοίχθησαν οἱ οὐρανοί. Ὁ Ἰεζεκιὴλ τύπον φέρει τοῦ Χριστοῦ κατὰ πολλὰ, καὶ ἄρξῃ θεωρεῖν τοῦτο ἐν τοῖς προοιμίοις τῆς προφητείας. Ἐγένετο ἐν τῷ τριακοστῷ ἔτει, τετάρτῳ μηνὶ,