Ancient Greek · ~11 min
Volume 13
Origen, Selecta in Ezechielem (fragmenta e catenis) 13.769
Not analysed yet
πέμπτῃ τοῦ μηνὸς, κἀγὼ, φησὶν, ἤμην ἐν μέσῳ αἰχμαλωσίας ἐπὶ ποταμοῦ Χοβάρ· καὶ ἠνοίχθησαν οἱ οὐρανοί. Ταῦτα καὶ περὶ τοῦ Χριστοῦ γέγραπται, ὅτε ἦν ἐν τῷ κόσμῳ τούτῳ, ἐν τῇ αἰχμαλωσίᾳ ταύτῃ ἐπὶ τοῦ Ἰορδάνου, ὅτε Ἰησοῦς ἦν ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα, καὶ ὅτε ἠνοίχθησαν αὐτῷ οἱ οὐρανοί. Τὰ δὲ τριάκοντα ἔτη τὰ ἐν τῇ προφητείᾳ κατὰ τὸ αἰσθητόν ἐστιν ὁ χρόνος τῆς ζωῆς τοῦ προφήτου· τῆς δὲ αἰχμαλωσίας ἀφ' οὗ κατῆλθον πέμπτον ἔτος. Ἀλλὰ μὲν κατὰ τὴν προσηγορίαν καὶ σύμβολον ἔχει τοῦ Χριστοῦ Ἰεζεκιὴλ, ὃς ἑρμηνεύεται κράτος Θεοῦ. Καὶ τὸ, υἱὲ ἀνθρώπου, εἰς ἀναγωγὴν τοῦ χρηματίσαντος υἱοῦ ἀνθρώπου. Ἐγὼ ἤμην ἐν μέσῳ τῆς αἰχμαλωσίας. Ὁ μὲν νοῦς ἐστιν ὃν ἔχει τὸ ῥητόν· αὐτὸ δὲ ψιλῶς οὐ· οἱονεί φησιν· Ἐγὼ, ὁ μηδὲν αἰχμαλωσίας ἔχων, ἐν μέσῳ αἰχμαλωσίας ἤμην δι' οἰκονομίαν. Οὕτω καὶ ὁ Χριστὸς οὐκ αἰχμαλωτισθεὶς ἦν ἐν τῷ τόπῳ τῶν αἰχμαλώτων, ἀλλὰ λυτρώσεως αὐτῶν χάριν· ὡς καὶ ὁ προφήτης οὐ δι' ἁμαρτίας ἦν ἐν μέσῳ τῆς αἰχμαλωσίας, ἀλλ' ἰατρείας. Καὶ εἶδον ὁράσεις Θεοῦ. Ὁ Θεὸς τὴν ἀόρατον καὶ νοητὴν φύσιν ἐν τῇ ὁρατῇ καὶ αἰσθητῇ φύσει ἐζωγράφησεν, ἵν' οἱ ὑπὸ αἴσθησιν γυμνασθῶσιν ἐν αὐτῇ εἰς θεωρίαν τῆς νοητῆς. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰεζεκιήλ. Λόγος ὁ ἐν ἀρχῇ, Θεοῦ Λόγος. Ἐγὼ εἶπον· Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες. Τὸ Πνεῦμα λέγει θεοὺς πρὸς οὓς ὁ Λόγος τοῦ Θεοῦ ἐγένετο, ὁ Θεὸς Λόγος· οὗτος γὰρ θεοποιός ἐστι. Ἐν γῇ Χαλδαίων. Χαλδαῖος ἑρμηνεύεται πᾶς πόνος. Οὗτοι δέ εἰσιν ἀστρολόγοι τὴν εἱμαρμένην λέγοντες, καὶ ὅλως τοῖς αἰσθητοῖς προσηλωμένοι, καὶ ἐν αὐτοῖς διαπονούμενοι, θεοποιοῦντες αὐτά· Γῆ ἐστι Χαλδαίων ὁ τόπος καὶ ἡ ἕξις ἡ χειρίστη. Ναὶ μὴν καὶ τῶν ἐν ἀσεβείᾳ ὑπερηφανῶν ἔχουσι σύμβολον οἱ Χαλδαῖοι. Καὶ ἰδοὺ πνεῦμα ἐξαῖρον. Πνεῦμα ἐξαῖρόν ἐστιν ὁ Θεός· πνεῦμα γὰρ ὁ Θεὸς, ἐξαῖρον δὲ τὴν κακίαν. Καὶ νεφέλη μεγάλη. Αὐτὴ ἡ νεφέλη ἡ δικαιοσύνη, τὸ ἀγαθὸν τὸ ἐκ τοῦ Θεοῦ διῆκον εἰς ἡμᾶς, ἀφ' οὗ φωτιζόμεθα τὴν γνῶσιν τῆς ἀληθείας. Καὶ φέγγος γὰρ καὶ κύκλῳ αὐτοῦ. Ὁμοίωμα ὡς εἶδος ἀνθρώπου. Ἡμεῖς ὁμοίωμα τῶν τεσσάρων ζώων ἐσμέν. Ζήτει δὲ τίνα τὰ τρία. Ὁ ἡνίοχος τῶν τεσσάρων τούτων ζώων οὐχ ὅλος ἦν πῦρ, ἀλλ' ἀπὸ ὀσφύος ἐπὶ τὰ κάτω, καὶ ἀπὸ ὀσφύος καὶ ἕως ἄνω ἤλεκτρον. Οὐ γὰρ μόνα κολαστήρια ἔχει ὁ λόγος, ἀλλ' ἔχει καὶ δι' ὧν ἀναπαύει. Κολάζει δὲ διὰ τῶν κάτω δυνάμεων. Οὐ γὰρ εἶδε πῦρ περὶ τὴν κεφαλὴν, οὐδὲ ἀπὸ τῆς ὀσφύος ἐπὶ τὰ ἄνω ἡνίοχος πῦρ ἦν, ἀλλὰ ἀπὸ τῆς ὀσφύος ἐπὶ τὰ κάτω πῦρ ἦν, ἵνα δηλώσῃ, ὅτι οἱ ἐν γεννήσει τυγχάνοντες, οὗτοι δέονται πυρός· ὀσφὺς γὰρ γεννήσεως σύμβολον. Οὐ μόνον δὲ τοὺς ὑπὸ γέννησιν ἐδήλωσε τὸ, ἀπὸ