Ancient Greek
Volume 13
Origen, Selecta in Ezechielem (fragmenta e catenis) 13.821
Not analysed yet
μεῖ ὁ ἐνάρετος ἐπὶ τὸν ἀσάλευτον θεμέλιον, οὓς τὸ πῦρ κατακαῦσαι οὐκ ἰσχύει· ἐποικοδομεῖ δὲ τοῖς ἰδίοις ὤμοις, τουτέστι πόνοις ἰδίοις. Μέσον δὲ τούτων ὁ κεκτημένος ταῦτα ἔχει ἐπὶ τοῦ στήθους τὸν τῆς δηλώσεως καὶ τὸν ἀληθείας λίθον τίμιον. Καὶ οἱ μὲν δώδεκα λίθοι λόγοι εἰσὶ τῶν υἱῶν Ἰσραὴλ, ἐν οἷς λίθοις θεωρήσεις τὰ νοητὰ ξύλα τοῦ παραδείσου· καὶ τὸ μὲν ξύλον τῆς ζωῆς, ὃ ὁ κτησάμενος τυρωθήσεται τὴν κεφαλὴν τῷ ἁγιάσματι Κυρίου. Ἐκ τῶν τοιούτων ἁγίων λίθων συνεστήκεισαν αἱ πύλαι τῆς Ἱερουσαλὴμ, καὶ πᾶσα ἡ Ἱερουσαλήμ· οὓς πάντας ἐνδεδύκει ὁ ἄρχων Τύρου ποτὲ, οὐ πόνοις ἰδίοις, ἀλλὰ χάριτι, ὡς ὁ λόγος Ἱερουσαλὴμ, καὶ ὡς ἱερεὺς τοῦ Θεοῦ. Ἀλλ' ἐκ τούτων ἁπάντων πέπτωκεν, εἰπὼν ἐν καρδίᾳ· Ὅτι Θεός εἰμι· κατοικίας Θεοῦ κατῴκηκα ἐν καρδίᾳ θαλάσσης. Καρδία ἐστὶ θαλάσσης οἱ βαθεῖς λόγοι τῶν βαθέων, τὰ ἐσώτατα τῶν ἐσωτάτων· ἐξ ἧς καρδίας καταπεσὼν ὁ ἐπὶ τούτῳ ἐπαρθεὶς κατεβλήθη εἰς αὐτὴν τὴν θάλασσαν τὴν αἰσθητήν. Καὶ τοῦτο δὲ πάσχουσι καὶ οἱ ἄνθρωποι οἱ ἐπὶ τοῖς ἰδίοις πόνοις ἐπαιρόμενοι. Σὺ ἀποσφράγισμα ὁμοιώσεως. Ἀλήθεια σφραγίς ἐστι καὶ στέφανος κάλλους. Ὁ ἐν ταύτῃ ὢν ποιωθήσεται ἐν αὐτῇ· καὶ οἱ δεχόμενοι τὴν ἀλήθειαν γίνονται ἐν αὐτῇ. Διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν σου ἐπὶ τὴν γῆν ἔῤῥιψά σε. Ἐκ τῶν οὐρανῶν ἐῤῥίφη ὁ ῥιφεὶς ἐπὶ τὴν γῆν· ὧν τῷ ὑποδείγματι καὶ τῇ σκιᾷ ἐλάτρευον οἱ ἐν τῇ σκηνῇ λατρεύοντες. Στήρισον τὸ πρόσωπόν σου. Ἡ θεία Γραφὴ, τὰ καθ' ἡμᾶς τοὺς ἀνθρώπους γενόμενα ἱστοροῦσα, παιδεύει ἡμᾶς ἐν τοῖς καθ' ἡμᾶς, καὶ ὁδηγεῖ δὲ τὸν ἀκολουθοῦντα ἐκ τῶν καθ' ἡμᾶς, καὶ ἀνάγει, καὶ ὑποδείκνυσιν ἐκ τῶν αἰσθητῶν τὰ νοητά. Καὶ ἐκ τῶν παρ' ἡμῖν γενομένων ὑποδείκνυσι τῷ πνεύματι τὰ γενόμενα ἐν τοῖς πρὸ ἡμῶν· τοῖς ἔξω σαρκὸς λέγω. Μετὰ γὰρ τοῦ ἔχειν τὴν ἱστορίαν τὸν ἴδιον λόγον, οἷον τὸν παρ' ἡμῖν τοῖς ἀνθρώποις γενόμενον, ἔχει καὶ τὴν ἀναγωγὴν κατάλληλον ἐν τοῖς πρὸ ἡμῶν. ΚΕΦ. ΚΘʹ. Ἐγὼ ἐπὶ σὲ, Φαραὼ, βασιλεῦ Αἰγύπτου. Ὁ μὲν Φαραὼ ἦν μὲν ἀληθὴς ἄνθρωπος βασιλεὺς ταύτης τῆς Αἰγύπτου, τῆς παρὰ τὸν Νεῖλον ποταμόν· ὁ καὶ τοὺς υἱοὺς Ἰσραὴλ τότε θλίβων, καὶ τὰ βρέφη αὐτῶν πνίγων· ἐπεῖχε δὲ λόγον τοῦ διαβόλου· καὶ ἕκαστος δὲ βασιλεὺς ἱστορούμενος ὅμοιος τούτῳ, τινὸς διαβολικῆς καὶ ἀποστατικῆς δυνάμεως ἐπέχει λόγον. Καὶ τοῦτο δηλοῖ τὸ, Ἰδοὺ ἐγὼ ἐπὶ σὲ τὸν δράκοντα τὸν μέγαν, τὸν ἐγκαθήμενον ἐν μέσῳ τῷ ποταμῷ Αἰγύπτου, καὶ τὰ ἑξῆς. Ταῦτα δὲ οὐκ ἔχει λόγον αἰσθητῶς ἐπ' ἀνθρώπου λέγεσθαι. Τὸν λέγοντα· Ἐμοί εἰσιν οἱ ποταμοί. Οὐ μόνον λέγει, Οἱ ποταμοὶ ἐμοί εἰσι, κἀγὼ ἐποίησα αὐτοὺς, ἀλλὰ καὶ Κύριον ἐγκαθῆσθαι ἐν μέσῳ ποταμῶν αὐτοῦ· οἵτινές εἰσιν ἐκ κοιλίας τῶν συλλαβόντων αὐ-