Ancient Greek · ~10 min
Volume 13
Origen, Selecta in Ezechielem (fragmenta e catenis) 13.820
Not analysed yet
ρουσι, μᾶλλον δὲ καὶ χείρους εἰσὶ θηρίων τῇ ὠμότητι καὶ τῇ ἀπανθρωπίᾳ· οἷος ἦν καὶ οὗτος ὁ λεγόμενος ἄρχων τοῦ Ἰσραήλ. Καὶ ἠφάνισε γῆν καὶ τὸ πλήρωμα αὐτῆς ἀπὸ φωνῆς ὠρυώματος αὐτοῦ. Οὗτος ὁ δεύτερος λέων οὐ μόνον πράξει ἀσεβείας ἦν λέων λυμεὼν τῶν ἀνθρώπων, ἀλλὰ καὶ σύμβολόν ἐστι τῶν ἐν τοῖς ἀσεβεστάτοις αὐτοῦ δόγμασιν ἐρημούντων τὴν γῆν καὶ τοὺς οἰκοῦντας αὐτήν. Σύμβολον οὖν εἰσιν οὗτοι οἱ λέοντες τῶν τῆς Ἱερουσαλὴμ βασιλέων κατὰ τὸ αἰσθητόν· τοῦ μὲν πρώτου παραδοθέντος εἰς Αἴγυπτον· τοῦ δὲ δευτέρου, ὡς ἀσεβεστέρου, εἰς Βαβυλῶνα. Ἔχει δὲ καὶ τὴν ἀναγωγὴν τοῖς δυναμένοις θεωρῆσαι. Τοιαῦτα δὲ πάσχουσι καὶ οἱ ἀσεβεῖς αἱρετικοὶ, οἱ μὴ φυλάσσοντες τὸν λόγον, ἀλλὰ καταπατοῦντες· οἱ μὲν παραδιδόμενοι ἐνταῦθα τοῖς νοητοῖς Αἰγυπτίοις, οἱ δὲ ἢ ἐνταῦθα ἢ μετὰ τὴν ἔξοδον τῷ νοητῷ Ναβουχοδονόσορ. ΚΕΦ. Κʹ. Καὶ ἔδωκα αὐτοῖς προστάγματα οὐ καλά. Τίνα δὲ ἦν ταῦτα ἢ τὸ ἀποκτεῖνον γράμμα τοῦ νόμου, καὶ ἡ διαθήκη τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη λιθίνοις, καὶ ἡ διακονία τῆς κατακρίσεως; Ἀμφότερα οὖν διὰ τῆς αὐτῆς προστάσσεται φωνῆς, τό τε γράμμα καὶ τὸ πνεῦμα· ἀλλὰ τὰ μὲν κατὰ τὸ γράμμα προστάγματα οὐ δεῖ ποιεῖν· τὰ δὲ κατὰ τὸ πνεῦμα, ποιητέον. Ὅτι τὸ δὲ τοιοῦτον ἀνέγκλητόν ἐστι, καὶ βεβηλοῖ τινα τῶν προσταγμάτων, μανθάνομεν οὐ μόνον ἀπὸ τοῦ Ἀποστόλου τῆς καινῆς Διαθήκης, ἀλλὰ καὶ ἀπὸ τῶν πρὸ τῆς παρουσίας τοῦ Σωτῆρος δῆλον, ἐκ τοῦ τοὺς μὲν ἱερεῖς ἐν τῷ ἱερῷ τὸν Σάββατον βεβηλοῦντας ἀναιτίους εἶναι, καὶ ἐν Σαββάτῳ περιτέμνεσθαι ἄνθρωπον· ἑνὸς μὲν λυομένου νόμου, ἑνὸς δὲ τηρουμένου· καὶ ἐκ τοῦ τόν τε Δαυῒδ καὶ τοὺς σὺν αὐτῷ βεβρωκέναι ἀπὸ τῶν ἄρτων τῆς προθέσεως, οὓς οὐκ ἐξῆν αὐτῷ φαγεῖν, οὐδὲ τοῖς μετ' αὐτοῦ, εἰ μὴ τοῖς ἱερεῦσι μόνοις· καὶ ἐκ τοῦ ὁμοίωμα γεγονέναι ἔν τε τῇ σκηνῇ τοῦ μαρτυρίου καὶ ἐν τῷ ναῷ τῶν χερουβίμ· καὶ ὑπὸ Μωϋσέως ὁμοίωμα κατεσκευάσθαι ὄφεως χαλκοῦ. ΚΕΦ. ΚΒʹ. Ἰδοὺ γεγόνασί μοι οἶκος Ἰσραὴλ ἀναμεμιγμένοι πάντες. Κάθηται Κύριος ἐν μέσῳ τῆς Ἱερουσαλὴμ χωνεύων τοὺς ἀναμεμιγμένους ἀργυρίῳ καὶ κασσιτέρῳ, καὶ χαλκῷ καὶ μολίβδῳ, καὶ αἰτιᾶται τοὺς ἔχοντας ὕλην εὐτελῆ περὶ ἑαυτοὺς, καὶ λέγει· Ἀργύριον ἀναμεμιγμένον ἐγενήθησαν. Ὅταν γὰρ τῇ κτίσει τοῦ Θεοῦ τῇ καλῇ ἐπεισηγάγομεν ἐκ τῆς κακίας ἡμῶν τὰ φαῦλα, μόλιβδον ἐπεισηγάγομεν καὶ χαλκὸν, καὶ κασσίτερον· τὴν κακὴν πρᾶξιν καὶ δόγματα ἀθείας, καὶ τὴν πρὸς τὸ σῶμα συμπάθειαν. Διὰ ταῦτα γὰρ χρεία τοῦ πυρός. ΚΕΦ. ΚΗʹ. Πάντα λίθον χρηστὸν ἐνδέδεσαι. Δώδεκα λίθους εἶχεν ἐπὶ τῶν ὤμων ὁ ἀρχιερεὺς κοσμοῦντας αὐτὸν τοῦ ἀρχιερᾶσθαι τῷ Θεῷ. Τούτους τοὺς λίθους ἐποικοδο-