Ancient Greek
ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΚΛΟΓΑΙ.
Origen, Selecta in Genesim 121
Not analysed yet
Ἀποκριθεὶς Ῥουβθὶμ, εἶπεν αὐτοῖς· Οὐκ ἐλάλησα ὑμῖν, λέγων, Μὴ ἀδικήσητε τὸ παιδάριιον; καὶ οὐκ εἰσηκούσατέ μου. Καὶ ίδοὺ τὸ αἶμα αὐτοῦ ἐκζητεῖται. Ἐν τοἴς ἀνωτέρω (45) λέλεκται, ὅτι μὴ παρόντος τοῦ Ῥουβὶμ πέπραται τοῖς Ἰσμαηλίταις ὁ ωσὴφ, καὶ μετὰ τὸ πραθῆναι αὐτὸν ἀνέστρεψεν ὁ ουβὶμ ἐπὶ τὸν λάκκον, καὶ οὐχ ὁρᾷ τὸν Ἰωσὴφ ἐν τῷ λάκκῳ, καὶ διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ· καὶ ἐπέστρεψεν πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ εἶπε· Τὸ παιδάριον οὐκ ἔστιν· ἐγὼ δέ ποῦ πορεύσομαι ἔτι Καὶ οὐ φαίνεται μεμαθηκὼς παρὰ τῶν ἀδελφῶν περὶ τοῦ Ἰωσὴφ, ὅτι ἐπράθη. Μήποτε οὖν, οἴόμενος ἀνῃρῆσθαι αὐτὸν, νῦν φησι τὸ, Ἰδοὺ αἷρα αὐτοῦ ἐκδητεῖτα.