Ancient Greek
ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΚΛΟΓΑΙ.
Origen, Selecta in Genesim 145
Not analysed yet
Εἰ δὲ ἐπίστῃ ὅτι εἰσὶν ἐν αὐτοῖς δυνατοὶ, κατάστησον αὐτοὺς ἄρχοντας τῶν ἐμῶν κτηνῶν. Τοὺς τοῦ Ἰσραὴλ δυνατοὺς Φαραὼ βούλεται ἄρχοντας καταστῆσαι Αἰγυπτίων κτηνῶν. Εἴ τις δέ ἐστι τοῦ Ἰσραὴλ δυνατὸς, φευγέτω τὸ ἐπὶ τούτοις βούλημα. Καὶ εὐλογήσας Ἰακὼδ τὸν Φαραὼ, ἐξῆλθεν ἀπʼ αὐτοῦ. Οὐκ ἂν, δίκαιον εὐλογήσας, ἀπʼ αὐτοῦ ἐξῆλθε. Ζητητέον δὲ εἴποτε ἅγιόν τις εὐλογήσας ἀπῆλθεν ἀπʼ αὐτοῦ. Καὶ ἐνθάδε μὲν εὐλογῶν ἐξέρχεται· ἀνωτέρω δὲ ὁ Ἰακὼβ εὐλογίας τυχὼν εἰσέρχεται.