Ancient Greek
ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΚΛΟΓΑΙ.
Origen, Selecta in Genesim 18
Not analysed yet
Καὶ ἐγέννησε καιὰ τὴν ὶδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ. Πρὸς τοὺς οἰομένους (46) ἄλλην μὲν εἶναι τὴν εἰκόνα τοῦ Θεοῦ, ἄλλον δὲ τὸν κατʼ εἰκόνα, λεκτέον, εἰ ἄλλος μὲν ὁ Ἀδὰμ, ἄλλος δὲ ἡ εἰκὼν αὐτοῦ· καὶ εἰ τρίτος κατὰ τὸν οὗ κατʼ εἰκόνα ὁ Ἀδάμ. Χρήσονται δὲ τῷ· Κύριε, ἐν τῇ πόλει σου τὴν εὶκόνα αὐτῶν ἐξουδενώσεις· καὶ τῷ· Μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος. Σητητέον δὲ τίνι διαφέρει ἡ ἰδέα Ἀδὰμ τῆς εἰκόνος αὐτοῦ (47).