Ancient Greek
ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΚΛΟΓΑΙ.
Origen, Selecta in Genesim 23
Not analysed yet
Ἐρθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ· καὶ ἀπλήσθη ἡ γῆ ἀδικίας· καὶ εἶδε Κύρος ό Θεὸς τὴν γῆν, καὶ ἦν κατεφθαρμένη· ὅτι κατέφθειρε κᾶσα σὰρξ τὴν ὀδὸν αὐτοῦ ἐπὶ τῆς γῆς. Ἀδικία μὲν (53) φθείρει τὴν γῆν, δικαιοσύνη δὲ σώζει· καὶ ὀ ἁμαρτάνων, τὸ ὅσον ἐφʼ ἑαυτῷ, φθείρει τὴν γῆν. Οὐκ ἐν τῷ κατακλυσμῷ γέγονε κατεφθαρμένη ἡ γῆ (τότε γὰρ ἀπελούσατο τὴν φθορὰν), ἀλλʼ ἐν τῇ ἀδικίᾳ. Ὃ δὲ κατέφθειρε τὴν ὀδὸν τοῦ Θεοῦ, οὐκ ἔστι πνεῦμα, ἀλλὰ σάρξ· Τὸ γὰρ φρόνημα τῆς σαρκός ἔχθρα εἰς Θεόν καὶ, Οἱ ἐν σαρκὶ ζῶντες Θεῷ ἀρέσαι οὐ δύναντεει.