Ancient Greek
ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΚΛΟΓΑΙ.
Origen, Selecta in Genesim 45
Not analysed yet
Ὁ δέ Θεὸς εἶπε πρός Ἀβρὰμ, μετὰ τὸ δαχωρισθῆναι τὸν Λὼτ ἀπʼ αὐτοῦ· Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἴδε ἀπὸ τοῦ τόπου οὖ νῦν σὺ εἶ, πρὸς βορρᾶν καὶ λίβα, καὶ ἀνατολὰς καὶ θάλασσαν, ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ δρᾶς, σοὶ δώσω αὐτήν. Ἔπεται (71) τοῖς κατορθοῦσι τὴν ἀρετὴν ἡ παρὰ τοῦ Θεοῦ παράκλησις. Μετὰ δὲ παραχωρῆσαι τῷ ἀδελφῷ τὴν αἴρεσιν, κἀκεῖνον τὸ κάλλιστον καὶ εὐφορώτατον ἐκλέξασθαι χωρίον, ἐπεφάνη ὁ Θεὸς τῷ Ἀβραὰμ, λόγοις παρακλητικοῖς καὶ χρησταῖς ὑποσχέσεσιν αὐτὸν ψυχαγωγῶν, μονονουχὶ λέγων· Γἧς ταύτης κατεφρόνησας τῆς ἐλαχίστης καὶ αἰσθητῆς· ἐγώ σοι δώσω τῶν πραέων τὴν γῆν τὴν ἐν χώρᾳ τῶν ζώντων. Ἀνάβλεψον γὰρ τοῖς τῆς διανοίας ὄμμασι. καὶ ἴδε ἀπὸ τοῦ τόπου, οὗ σὺ εἶ νῦν· τόπος δὲ τοῦ δικαίου ἡ ἀρετὴ, ἀφʼ ἦς τὰ ἐν ἐλπίσι καραδοκεῖ, καὶ τὰ ἀποκείμενα ἐν τοῖς οὐρανοῖς ἀπεκδέχεται. Εἰ γὰρ μὴ τοῦτο ἦν, πόσην εἰκὸς ἦν αὐτὸν γῆν θεωρεῖν αἰσθητοῖς ὀφθαλμοῖς; ἢ ἕως τίνος ἀτενίσαι ἠδύνατο κύκλῳ περιθέων καὶ περιάγων τὴν ὄφιν;