Ancient Greek · ~1 min
Paragraph 1
Origen, Selecta in Judices 1
Not analysed yet
Καὶ εῦξατο Ἱεμθάε τῷ Κυφίῳ. Εἰ Πνεῦμα Κυρίου ἐπ᾿ αὐτὸν, πῶς εὔχεται ἃ μὴ προσήκει; Ἐνῆν γὰρ καὶ κύνα ἀπαντῆσαι ἐπανιόντι τῷ Ἰεφθάε. Ἆῤ οὖν ἐσφάλη τὸ Πνεῦμα; οὐδαμῶς· ἀλλὰ τὸ μὲν Πνεῦμα βοηθεῖν παραγέγονεν, οὐχ ὑποβάλλειν τὴν ἄτοπον εὐχήν· αὐτὸς δὲ σφάλλεται ἀπερισκέπτως ὑποσχόμενος.