Ancient Greek · ~1 min
Paragraph 7
Origen, Selecta in Judices 7
Not analysed yet
Καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμίν. Τίνος ἕνεκεν ἡττῶνται δικαίως ἐπελθόντες; Ἥ δῆλον ὅτι διὰ προλαβούσης αἰτίας. Καὶ ὁ ψαλμός φησιν· «Ὅταν λάβω καιρὸν, ἐγὼ εὐθύτητας κρινῶ. »Εἶτα καὶ μετὰ τὸ ἡττηθῆναι, καὶ μίαν καὶ δευτέραν, μετῆλθεν ὀργὴ ἐπὶ τοὺς ἠδικηκότας, καὶ νικῶσι δίκαιαν νίκην.