Ancient Greek
Paragraph 2
Origen, Selecta in Leviticum 2
Not analysed yet
Τοῦ αὐτῦ. Τὸν περὶ θυσιῶν λόγον οἱ μὴ ὀρθῶς ἐνορῶντες καταφρονοῦσιν ἢ ὡς εὐτελοῦς νομοθεσίας, καὶ μηδὲν ἄξιον τοῦ Δημιουργοῦ ἐχούσης. ἢ αὐτοῦ τοῦ Δημιουργοῦ ὡς εὐτελῆ νομοθετοῦντος ἀσεβῶς καταψηφίζονται. Ὁ δὲ νοήσας τὸ τοῦ Δαυῒδ καὶ τοῦ Ἀποστόλου, τοῦ μὲν λέγοντος· «Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου· »τοῦ δὲ βοῶντος· «Ὁ νόμος πνευματικός ἐστι, »δύναται διαβλέψαι ὡς ἅξια Θεοῦ ἐστιν ἀποκεκρυμμένα ἐν τούτοις μαθήματα.