Ancient Greek · ~1 min
Paragraph 35
Origen, Selecta in Numeros 35
Not analysed yet
Πλὴν ἐκ τοῦ δήμου τοῦ πατρὸς αὐτῶν ἔσονται γυναῖκες. Προστάττει οὖν ὁ Θεὸς πλὴν τῆς Ἰούδα καὶ τῆς Λευῒ μὴ ἐξεῖναι ἀπὸ φυλῆς εἰς φυλὴν συνάπτεσθαι, ἵνα μὴ ξένον τοῦ Σωτῆρος δειχθῇ ἄνωθεν ἐρχόμενον, τὸ, «Βασιλεὺς καὶ ἱερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ. »