Ancient Greek · ~2 min
Paragraph 8
Origen, Selecta in Numeros 8
Not analysed yet
Καὶ τοῖς υἱοῖς Λευῒ ἰδοὺ δέδωκα πᾶν ἐπιδέκατον ἐν Ἰσραήλ. Εἰκότως ἀπονενέμηνται τοῖς ἱερεῦσιν αἱ ἀπαρχαὶ, ἐπείπερ οὐ κληρονομεῖ ἡ Λευῒ φυλὴ, οὐδὲ κλῆρον λαμβάνει ὡς αἱ λοιπαί. Τοῦτο πρόξενον τῆς ἀκτημοσύνης τοῖς ἱερεῦσιν ὁ κλῆρος τοῦ τῷ θυσιαστηρίῳ συμμερίζεσθαι. Δεκάτας ἐδίδου ὁ λαὸς τοῖς Λευίταις, καὶ οἱ Λευῖται τοῖς ἱερεῦσιν. Μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξομεν ὑμῖν ὕδωρ; Ὁ Μωῦσῆς, μὴ δοξάσας τὸν Θεὸν ἐπὶ τοῦ λαοῦ, ἐκωλύθη παρελθεῖν μετʼ αὐτοῦ. Ἵνα γὰρ μὴ ὃν ἐτίμων ζῶντα, ἐν Θεοῦ θεραπείαις τιμήσωσιν ἀπελθόντα, ἀφανῆ τὸν τόπον πεποίηκεν.