Ancient Greek
ΨΑΛΜΟΣ ΡΚ΄.
Origen, Selecta in Psalmos [Dub.] 1-114
Not analysed yet
Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἤξει ἡ βοήθειά μου, κ. τ. ἑ. Ἐγὼ μὲν ᾖρα (48), φησὶ, τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, τοὺς ἁγίους ἀγγέλους, ὡς μέλλων ὑπό τινος αὐτῶν βοηθεῖσθαι· ἦλθε δέ μοι ἡ βοήθεια παρὰ Κυρίου, «τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. »Οὐ γὰρ ἁπλῶς προσέθηκε, «τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. »Εἰ γὰρ καὶ τὸν οὐρανὸν καὶ τὴν γῆν αὐτὸς, φησὶν, ἐποίησεν, πανταχοῦ δύναται καὶ ἐν ἀλλοτρίᾳ βοηθεῖσθαι, καὶ ἐν βαρβάροις χεῖρα ὀρέξαι.