Ancient Greek · ~4 min
1 to 3
Origen, Selecta in Psalmos [Dub.] 1-17-3
Not analysed yet
Ελσάκουσον, Κύριε, τῆς δικαιοσύνης μου, πρόσχες τῇ δεήσει μου. ἐνώτισαι τὴν προσευχήν μου οὐκ ἐν χείλεσι δολίοις, κ. τ. ἑ. Πᾶσ ὁ δίκαιος (37) δοῦλος δικαιοσύνης ἐστίν· ὁ δὲ Θεὸς μόνος δίκαιος Δεσπότης δικαιοσύνης. Ὁ Δαυΐδ οὖν, συνειδὼς ἑαυτὸν καθαρεύειν ἀπὸ παντὸς δόλου, μετὰ τῆς πρὸς Θεὸν παῤῥησίας ταῦτα λέγει εὐχόμενος. Ἐκ προσώπου σου τὸ κρῖμα μου ἐξέλθοι, κ. τ. ἑ. Εἰ πᾶσαν τὴν κρίσιν (38) δέδωκεν ὁ Πατὴρ τῷ Υἱῷ, ἐκ προσώπου δὲ αὐτοῦ τὸ κρῖμα ἐξέρχεται, ἐκ τοῦ Υἱοῦ ἄρα· εἰκὼν γάρ ἐστι τοῦ Πατρὸς ὁ Χριστός. Τοὺ αὐτοῦ. «Ἐπείπερ ὁ πιστεύων (39) εἰς ἐμὲ, »φησὶν ὁ Κύριος, «οὐ κρίνεται, »τοῦ πιστεύοντος τὸ κρῖμα ὲξέρχεται ἐκ προσώπου τοῦ Θεοῦ. Οἱ ὀφθαλμοί μου ἱδέτωσαν εὐθύτητας, κ. τ. ἑ. Περὶ τῆς ἀποκαταστάσεως (40) τοῦ παντὸς εὔχεται, ἴνα μηκέτι ᾖ σκολιότης, πλαγίως τοῖς ἁαμαρτάνουσι πορευομένου τοῦ Θεοῦ.