Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΚΑ΄.
Origen, Selecta in Psalmos [Dub.] 1-22
Not analysed yet
Ὁ Θεὺς, ὁ Θεός μου, πρόσχες μοι· ἵνα τί ἐγκατέλπτές με, κ. τ. ἑ. Αὕτη ἡ φωνὴ (49) τοῦ Κυρίου Χριστοῦ, τῷ σταυρῷ προσηλωμένου, καὶ ἄλλως δὲ τυποῖ τὸ ἡμέτερον πάθος. Ἡμεῖς γὰρ ἦμεν οἱ ἐγκαταλελειμμένοι καὶ παρεωραμένοι πρότερον· εἶτα νῦν προσειλημμένοι καὶ σεσωσμένοι τοῖς τοῦ ἀπαθοῦς πάθεσιν, ῶσπερ τὴν ἀφροσύνην ἡμῶν καὶ τὸ πλημμελὲς οἰκειούμενος, διὰ τῶν ἑξῆς τοῦ ψαλμοῦ φησι· «Μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου.» Ὡς ἔλεγε (50)· Μακράν με ποιοῦσι τῆς σωτηρίας αἱ ἁμαρτίαι.