Ancient Greek · ~5 min
1 to 7
Origen, Selecta in Psalmos [Dub.] 1-32-7
Not analysed yet
Μαεάριιοι ὧν ἀ ταν αἱ ἀνομίαι, καὶ ἀπεκαύφΘησαν αἱ ἁμαραία, κ. τ. ἐ. Ἀφίενται μὲν (71) αἱ ἀνομίαι διὰ τοῦ ἁγίου βαπτίσματος, καλύπτονται δὲ αἱ ἀμαρτίαιδιὰ τῆς πικρᾶς ἁμαρτίας μετανοίας. Οτι ἐσίγησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου, ἀπὸ τοῦ κράαιο με ἄληκ τὴν ἡμέραν, κ. τ. ἐ. Ἐπαλαιώθηητὰ ὀσαᾶ μου (72), διότι ἐσίγησα. Ἀπὸ τοῦ κράζειν διηνεκῶς πρὸς τὸν Θεὸν οὐ παλαιοῦνται αἱ τῆς ψυχῆς δυνάμεις, ἀλλʼ ἀεὶ ἀνανεοῦνται ἡμέρᾳ καὶ ἡμέρᾳ. ωπώντων δὲ παλαιοῦνται τὸν παλαιὸν ἀναλαμβάνουσαι ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης. Τὴν ἁμαρτίαν μου ἐγνώρσα, καὶ τὴν ἀνομίαι μου οὐκ ἐκάλυψα. Εἶεα· Ἐξαγορεύσω κατʼ ἐμεῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, κ. τ. ἑ. «Δίκαιος (73) αὑτοῦ κατήγορος ἐν πρωτολογίᾳ. »Μὴ γίνεσθε ὡς ἵππος καὶ ἠμίονος οἶς οὐκ ἔστι σύνεσις, κ. τ. ἑ. Τὴν ἄλογον (74) κίνησιν τῆς ψυχῆς λέγει ἵππον καὶ ἡμίονον. Σύνεσις δέ ἐστι λογικὴ διάγνωσις. Πολλαὶ αἱ μέστσιγες τοῦ ἁμορτωλοῦ, κ. τ. ἑ. Αἱ πέλλαὶ θλίψεις (75) τῶν δικαίων πολλαὶ μάστιγες λέγονται τῶν ἁμαρτωλῶν. Καὶ καυχᾱσθε, πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ, κ. τ. ἑ. Εἰ οἱ καυχώμενοι (76) εὐθεῖς εἰσι τῇ καρδίᾳ. οὐ πάντων ἐστὶ τὸ ἐν Κυρίῳ καυχᾶσθαι, διότι μηδὲ πάντες εὐθεῖς τῇ καρδίᾳ. Τοῦ αὐτοῦ. Εὐλόγως καυχήσεται (77) ὁ εὐθὺς τῇ καρδίᾳ. Εὔλογον δὲ καὶ τὸ καυχᾶσθαι ἐν ταῖς θλίψεσι. Μήποτε εὐθύς ἐστι τῇ καρδίᾳ ὁ καυχώμενος ἐν θλίψεσι.