Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ Μ΄.
Origen, Selecta in Psalmos [Dub.] 1-39
Not analysed yet
Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένηται. κ. τ. ἑ. Τί ἐστιν «ὁ συνιών (83); »Ὁ νοῶν. Τί ἐσπ «πένης; »Ὁ τὴν θλίψιν αὐτοῦ καταλαμβάνων. γὰρ μαθὼν αὐτοῦ τὴν θλίψιν πάντως καὶ εὐθέως αύτὸν ἐλεήσει. Δύναται ὁ συνιεὶς πτωχὸν λόγου, σοφίας, καὶ τοῦ καλοῦ μακαρίζεσθαι, ὠφελῶν σὐτὸν. ἤτοι τὸν κοινῶς πτωχὸν, ἢ τὸν μακαριζόμενπον. «Ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος·» ἤτοι ὡς μιᾷ ἡμέρᾳ οὔσῃ πονηρᾷ ὅλῃ τῇ τοῦ ἐνεστῶτος αἰῶνος, τῆς κρίσεως. Ἔστι γὰρ αὕτη σκότος τοῖς ἀμαριωλοὶκαὶ οὐ φῶς κατὰ τὸν προφήτην. Καὶ ὁ Ἀπόστολός φησιν· «Ὅτι αἱ ἡμέραι πονηραί εἰσι· »καὶ πάλιν «Ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶσ πονηροῦ. »Παραινεῖ οὖν φιλανθρώπους εἶναι πρὀς ἐνδεεῖς, ἢ συνιέναι τὸν ἑκουσίως πτωχεύσαντα.