Ancient Greek · ~3 min
ΨΑΛΜΟΛ ΜΖ΄.
Origen, Selecta in Psalmos [Dub.] 1-46
Not analysed yet
Μέγας Κύριος, παὶ αἱνετὸς σφόδρα, κ. τ. ἑ. Οπου θεωρεῖται (66) ἡ μεγαλειότης τοῦ Κυρίου, ἐκεῖ μάλιστα μέγας καὶ αἰνετός ἐστιν ὁ Κύριος τῇ πόλει τοῦ Θεοῦ ὑπὸ τῶν πολιτογραφηθέντων ἐν αὐτῇ. Ἐὰν ἄρα τῇ πόλει τοῦ Θεοῦ μάλιστα μέγας καὶ αἰνετός ἐστιν ὁ Κύριος, καὶ τί δὲ ἅλλο ἃν ὄρος ἅγιον Κυρίου εὖ ῥιζῶν ἀγαλλίαμα, οὐ μόνο. μέρους τῆς γῆς, ἀλλὰ καὶ πάσης αὐτῆς, ἢ ὁ Χριστὸς, ἐῤῥιζωμένος ἐν τῷ Πατρὶ, ἐφʼ ᾧ ἐπιδημήαν ἠγαλλιάσατο πᾶσα ἡ γῆ, διὰ τὰς ἁπανταχῆ σνστάσας ἐπὶ τῷ ὀνόματι αὐτοῦ Ἐκκλησίας τοῦ Θεαῦς Μήποτε οὐκ ἔστιν «εὖ ῥιζῶν,» (ἀδιανόητον γὰρ τοῦτο·) ἀλλὰ «εὐρίζῳ, »οἱονεὶ καλὴν ῥίζαν ἔχονπι καταλλήλως τῷ κλάδῳ.