Ancient Greek · ~12 min
ΨΑΛΜΟΣ. Δ΄.
Origen, Selecta in Psalmos [Dub.] 1-5
Not analysed yet
Εἰς τὸ τέλος ἐν ψαλμοῖς ᾠδὴ τῷ Δαυῒδ, κ. τ. ἑ. Πολλῶν ψαλμῶν (90) κατὰ μὲν τοὺς Ἑβδομ ἡ κοντε ἐχόντων ἐπιγραφὴν «εἰς τὸ τέλος, »κατὰ δὲ τοὺς λοιποὺς τὰ κατάλληλα τῷ «εἰς τὸ τέλος »ἐνθάδε ἀποδιδόμενα, ἄξιον, ὅση δύναμις, ἐξιχνεῦσαι τὸν δηλούμενον ὑπὸ τῆς λέξεως νοῦν. Ἰστέον δὲ, ὅτι, ὥσπερ πάσης τέχνης· καὶ ἐπιστήμης ἐστὶ τὸ τέλος, ἐφʼ ὃ σπεύδει ὁ γνησίως τὴν τέχνην ἢ τὴν ἐπιστήμην μετιὼν, οὕτω καὶ τῆς λογικῆς φύσεως δεῖ τέλος τυγχάνειν· τοῦτο δέ ἐστι τὸ ἐν Χριστῷ ζωοποιηθῆναι κατὰ τὸν Ἀπόστολον. Νομίζομεν τοίνυν τοὺς «εἰς τὸ τέλος »ἐπιγεγραμμένους ψαλμοὺς τοῦ τέλους τινὰ ἐπιγράφειν νοῦν, καὶ ἐπʼ ἐκεῖνο τοὺς συνιέντας τὰ λεγόμενα παρακαλεῖν. Παντὶ δὲ ἀγωνιζομένῳ τέλος ἡ νίκη τυγχάνει. Ἐπεὶ οὖν, ὡς προαπεδείξαμεν, Δαυῒδ ὁ Χριστὸς λέγεται, οἱ ἐπιγεγραμμένοι «εἰς τὸ τέλος »τῷ Δαυῒδ τὸ τέλος καὶ τὴν νίκην ἀπαγγέλλουσι τοῦ Χριστοῦ, νικοποιοῦ λεχθησομένου ἂν κατὰ τὸν Ἀκύλαν, παντὶ νενικημένῳ νίκην περιπεποιηκότος, ἐπεὶ ὁ ὑπὸ Χριστοῦ νικώμενος τὴν συμβεβηκυῖαν αὐτῷ κακίαν νενίκηκε, καὶ ἐξαφανίζει αὐτὴν, Χριστῷ ὑποτεταγμένος. Οὐδένα γὰρ ἄκοντα νικᾷ ὁ Χριστὸς, ἀλλὰ πείθων, τῷ Λόγος εἶναι Θεοῦ. Εἰς τοῦτο δὴ τὸ νῖκος ἐπιγράφεσθαί φησι Θεοδοτίων ὕμνους ἢ ψαλμοὺς τοὺς παρὰ τοῖς Ἑβδομήκοντα «εἰς τὸ τέλος »ἐπιγεγραμμένους· ὁ δὲ Σύμμαχος «ἐπινικίους »τοῦ Χριστοῦ λέγοι ἂν εἶναι τούτους τοὺς ψαλμοὺς ἢ ᾠδάς. Ἐὰν δὲ μὴ μόνον τῷ Δαυῒδ καὶ «εἰς τέλος »λέγωνται, ἀλλὰ καὶ τῷ Ἀσὰφ, ἥτοι τοῖς υἱοῖς Κορὲ, οὐκ ἄτοπον τὸ, πάντας τοὺς ἁγίους τὴν τοῦ Χριστοῦ εἰκόνα ἀναδεδεγμένους τὸ ἐνθάδε εἰρημένον καὶ ἐπʼ ἐκείνων νοεῖν ἡμᾶς. Τὸ δὲ «ἐν ψαλμοῖς »παρὰ τοῖς Ἑβδομήκοντα καὶ Ἀκύλᾳ εἰρημένον οἶμαι σαφέστερον ἀπαγγέλλεσθαι διὰ τοῦ Συμμάχου «διὰ ψαλτηρίων, »διδασκόντων ἡμᾶς τῶν τριῶν πρὸς τὰ ὄργανα καλούμενα ψαλτήρια εἰρῆσθαι τὴν ᾠδὴν ταύτην ἢ τὸ μελῴδημα. Πλείονα γὰρ ὄργανα ζητητέον διʼ ὧν ᾄδεται τὸ «εἰς τὸ τέλος, »ἢ «ὁ ἐπινίκιος, »ἢ «τῷ νικοποιῷ. »Δύναται δὲ καὶ τὸ ὑπὸ Θεοδοτίωνος εἰρημένον εἰς τὸ νῖκος ἐν ὕμνοις τοῦτο δηλοῦν. Αὕτη τοίνυν ἡ ᾠδὴ, ἢ τὸ μελῴδημα, ἢ ὁ ψαλμὸς, τὴν εἰρημένην ὑπόθεσιν ἔχων, τὰ προδιηγηθέυτα ἡμῖν ἐπαγγέλλεται, κοινότερον μὲν τῷ προφήτῃ Δαυῒδ, μυστικώτερον δὲ τῷ Χριστῷ τὸ πρόσωπτον τῶν ἀγίων ἀναλαμβάνοντι, καὶ ὁτὲ μὲν τὰς θλίψεις αὐτῶν ὡς ἰδίας ἡγουμένῳ, καὶ τοὺς ἐν ταύταις αὐτῶν πλατυσμοὺς, (ἐπεὶ ἁγίων ἐστὶ φωνὴ τὸ, «Ἐν παντὶ θλιβόμενοι, ἀλλʼ οὐ στενοχωρούμενοι, »ὁτὲ δὲ ἐπιστρέφοντι τοὺς βαρυκαρδίους καὶ τοὺς τὰ μάταια ἀγαπῶντας. Οὐ πάνυ δὲ ζητήσεως ἔχεται ἡ διαφορὰ τῶν λέξεων ᾠδῆς καὶ μελῳδήματος. Διὰ μὲν γὰρ τῆς ᾠδῆς ἔκκλισις τῆς φωνῆς δηλοῦται τοῦ λέ γοντος, διὰ δὲ τοῦ μελῳδήματος τάχα καὶ τὸ τεχνικὸν τοῦ μυστικοῦ μέλους ᾀδομένου ἐν ῥυθμῷ. Κατὰ δὲ τοὺς τῆς ἀναγωγῆς νόμους ἡ εὔρυθμος καὶ κατὰ λόγον ἐξεταστικὴ πολιτεία εἰς δόξαν Θεοῦ γινομένη μετὰ δογμάτων ὑγιῶν καὶ λόγων καὶ ἑτέροις ὠφελίμων εἴη ἂν τὸ μελῴδημα.