Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΝΖ΄.
Origen, Selecta in Psalmos [Dub.] 1-56
Not analysed yet
Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, κ. τ. ἐ. Ἴδωμεν τί ἐστιν (69) ἀληθῶς δικαιοσύνην λαλεῖν, καὶ ὁσαχῶς ἐνδέχεται τὸ τοιοῦτον γίνεσθαι. Καὶ καθʼ ἕνα μὲν τρόπον δικαιοσύνην ἔστι λαλεῖν, ὅτε ὑγιῆ περὶ δικαιοσύνης ἔχων τις δόγματα, περὶ τούτων διαλέγεται· κατὰ δεύτερον δὲ τρόπον δικαιοσύνην τις λαλεῖ ὁ ἀπὸ δικαιοσύνης ἐνυπαρχούσης τῇ ψυχῇ πάντα λέγων. Συναγαγὼν δέ τις ἀμφότερα, εὕροι ἂν τὸν ἀληθῶς δικαιοσύνην λαλοῦντα. Οἱ γὰρ ἔξωθεν φαινόμενοι τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δὲ μεστοὶ ὑποκρίσεως καὶ ἀνομίας τυγχάνοντες, κἂν λαλῶσι δικαιοσύνην, οὐκ ἀληθῶς αὐτὴν λαλοῦσιν. Ἡγοῦμαι δὲ ὅτι οὐδεὶς δύναται δικαιοσύνην λαλῆσαι, μὴ μετέχων Χριστοῦ, «ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις. »Ἀκολουθεῖ δὲ τὸ ἀληθῶς λαλεῖν δικαιοσύνην τῷ εὐθέα κρίνειν, ὥστε μηδὲν εἶναι σκολιὸν ἐν τοῖς κρίμασι καὶ τοῖς λογισμοῖς τοῦ ἀληθῶς δικαιοσύνην λαλοῦντος.