Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΝΘ΄.
Origen, Selecta in Psalmos [Dub.] 1-58
Not analysed yet
Ὁ Θεὸς, ἀπώσω ἡμᾶς, κ. τ. ἑ. Ὡς ἐκ προσώπου (88) τῶν Ἰουδαίων σψῶν ἀποβολὴν αὐτῶν δηλοῖ διὰ τοῦ εἰπτεῖν· Ὁ Θεὸς, ἀπώσω ἡμᾶς, καὶ καθεῖλες ἡμᾶς, »ἣ, κατὰ Σύμμαχον, «ἀπεβάλου ἡμᾶς, καὶ διέκοψας ἡμᾶς »ὅπερ δηλοῖ αὐτῶν τὴν ἀποκοπήν. Εἶτ᾿ ἐπιλέγει· «Ὠργίσθης, καὶ ᾠκτείρησας ἡμᾶς· »κατὰ δὲ τὸν Ἀκύλαν· «Θυμωθεὶς μετέστρεψας ἡμᾶς.» Τοῦτον δὲ μᾶλλον τὸν λόγον ἡ τῶν πραγμάτων ἔκβασις παρίστησι· μετὰ γοῦν τὴν τοῦ Σωτῆρος παρουσίαν ταῦτα πεπόνθασι. Ὅτε γὰρ ἔφθασεν ἐπʼ αὐτοὺς ἡ ὀργὴ, εἰς τέλος ἀπώσθησαν καὶ καθῃρέθησαν, καὶ ἀπεβλήθησαν, διεκόπησάν τε καὶ περιήχθησαν, διασκορπισθέντες εἰς πάντα τὰ ἔθνη.