Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ Ξ΄.
Origen, Selecta in Psalmos [Dub.] 1-59
Not analysed yet
Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα, κ. τ. ἑ. Ὁ αἰσθανόμενος (92) ἑαυτοῦ ἐν ὅσοις λείπεται τῆς τελειότητος, ἐν τῷ νοεῖν τίς ὁ τέλειος, καὶ ἀναφέρων ἐν ταῖς εὐχαῖς, περὶ τούτου λέγει τὸ, «Εἰσἀκουσον, ὁ Θεὸς, τῆς δεήσεώς μου, »εἰσακουσθήσεται. Ὅταν δὲ ὁ ἀτελὴς ἀναισθητεῖ ὧν ἐστιν ἐνδεης, σιωπᾷ αὐτοῦ ἡ δέησις, τοῦ αἰσθανομένου, καὶ ἐμπαρέχοντος ἑαυτὸν τῷ Θεῷ εἰς τὸ τελειωθῆναι, βοήσαντος.