Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΞΓ΄.
Origen, Selecta in Psalmos [Dub.] 1-62
Not analysed yet
Εἰσάκουσον, ὁ Θεὸς, τῆς φωνῆς μου, κ. τ. ἑ. Ἔστι τις φωνὴ (21) καρδίας ἀκουστὴ μόνῳ Θεῷ. «Ἀπὸ φόβου ἐχθροῦ, »ἤτοι ἀπὸ τοῦ φοβεῖσθαι τὸν ἐχθρὸν, «ἐξελοῦ τὴν ψυχήν μου· »ἢ «ἀπὸ φόβου, »ὅς φόβος οὐ φίλος, ἀλλʼ ἐχθρός ἐστι. Φίλος μὲν ὁ τοῦ Θεοῦ ἐπιστημονικὸς φόβος, ἐχθρὸς δὲ ὁ μὴ τοιοῦτος φόβος· ὁποῖος ὁ τῶν ἑτεροδόξων, ἣ ὁ τῶν ὁποίων δηποτοῦν, ἀλλὰ παρὰ τὸν Θεὸν, φοβουμένων· περὶ ὧν δύναται τὸ ἐν Ἠσοΐᾳ πνεῦμα παραστατικῶς εἰρηκέναι· «Τὸν δὲ φόβον αὐτῶν οὐ μὴ φοβηθῆτε, οὐδ᾿ οὐ μὴ ταραχθῆτε »ἀπὸ συστροφῆς πονηρευομένων τῶν ἑτεροδόξων ἐν πίστει. Ἀντὶ «συστροφῆς,» άποῤῥήτρυ Ἀκύλας εἶρηκεν· ὁ δὲ Σύμμαχος «σκέψεως. »—«Ἀπὸ πλήθους ἐργαζομένων ἀδικίαν, »τῶν τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδευόντων.