Ancient Greek · ~3 min
1 to 5
Origen, Selecta in Psalmos [Dub.] 1-81-5
Not analysed yet
Εἶπον· Δεῦτε, καὶ ἐξολοθρεόσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ἰσραήλ ἔτι, κ τ. ἑ. Ἐντεῦθεν γινώσκομεν, ὅτι προκαλοῦνται ἀλλήλους οἱ δαίμονες ἐπʼ ἀπωλείᾳ ψυχῆς. Οἵτινες εἶπον· Κληρονομήσωμεν ἑαυτοῖς τὸ ἁγιαστήριον τοῦ Θεοῦ, κ. τ. ἑ. Ψυχὴ ἀκάθαρτος κλῆρος δαιμόνων· ψυχὴ δὲ καθαρὰ κλῆρος Θεοῦ. Ὁ Θεός μου, θοῦ αὐτοὺς ὡς τροχόν, κ. τ. ἑ. Ὁ τροχὸς ὀλίγον ἐφάπτεται τῆς γῆς. Πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας, κ. τ. ἑ. Τοῦτο τὸ πρόσωπόν ἐστι τοῦ παλαιοῦ ἀνθρώπου τοῦ φθειρομένου κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· οὗ φθαρέντος ὁ νοῦς ἐκζητεῖ τὸ ὅνομα Κυρίου. Αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εῖς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν, κ. τ. ἑ. Αὕτη ἡ ἀπώλεια σημαίνει φθορὰν κακίας καὶ ἀγνωσίας.