Ancient Greek · ~2 min
1 to 2
Origen, Selecta in Psalmos [Dub.] 1-85-2
Not analysed yet
Μήτηρ Σιὰν ἐρεῖ· Ἄνθρωπος, καὶ ἄνθρωπος ἐγενήθη ἐν αὐτῇ, κ. τ. ἑ. Τὸ μὲν παιδίον Ἰησοῦς γεννᾶται ἐν Βηθλεὲμ, ὁ δὲ ἄνθρωπος ἐν Σιὼν, διὰ τὸ πρᾶξιν μὲν τίκτεσθαι ἐν τῇ ψυχῇ, σοφίαν δὲ γεν νᾶσθαι ἐν τῷ νῷ. Ὡς εὐφραινομένων πάντων ἡ κατοικίαὲν σοὶ. κ. τ. ἑ. Πάντες οἱ εὐφραινόμενοι ἐπὶ γνώσει κατοικοῦσιν ἐν τῇ σοφίᾳ· καὶ πάντες οἱ κατοικοῦντες ἑν τῇ σοφίᾳ, ὡς σοφίᾳ εὐφραίνονται ἐπὶ γνώσει.