Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ Η´.
Origen, Selecta in Psalmos [Dub.] 1-9
Not analysed yet
Εἰς τὸ τέλος ὑπέρ τῶν ληνῶν ψαλμὸς τῷ Δαυΐδ, κ. τ. ἑ. Καὶ ἐν τῷ (56) π´ καὶ πγ´ ψαλμῷ τὴν, «Ὑπὲρ τῶν ληνῶν, »εὑρήσεις ἐπιγραφήν. Πρὸς δὲ ταῦτα λάβωμεν τὰ περὶ Νῶε φυτεύοντος ἄμπελον, τήν τε περὶ τοῦ Ἰούδα παρὰ Ἰακὼβ εὐλογίαν, «δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ· »καὶ τὴν Ἶσσάχαρ, ὃς, ἰδὼν τὴν ἀνάπαυσιν, ὅτι καλὴ, καὶ τὴν γῆν, ὅτι πίων, ὑπέθηκε τὸν ὦμον εἰς τὸ πονεῖν, καὶ ἐγενήθη ἀνὴρ γεωργός. Καὶ μὴν Ὀζίας γεωργὸς ἦν, ἀμπελουργοὺς ἔχων ἐν τῇ ὀρεινῇ. Καὶ ἡ γυνὴ δὲ παντὸς δικαίου «ὡς ἄμπελός ἐστιν εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας αὐτοῦ, »γίνεται οἶνος εὐφραίνων καρδίαν ἀνθρώπου. Καὶ ὁ Ἐκκλησιαστὴς ἐφύτευσεν ἀμπελῶνας, ὤρυξε ληνόν. Καὶ ὁ Σολομῶν φησιν· Οἴνῳ δὲ αἱ ληνοί σου ἐκβλύζωσιν. »