Ancient Greek · ~8 min
1 to 13
Origen, Selecta in Psalmos [Dub.] 1-98-13
Not analysed yet
Ἀναβαλλόμενος φῶς ὡς ίμάτιον, κ. τ. ἑ. Ἱμάτιον Κυρίου γνῶσις ἀληθής· ὁ δὲ ἐνδυόμενος αὐτὸ φθ τισθήσεται ὑπʼ αὐτοῦ. Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, κ. τ. ἑ. Διὰ τί οὐκ εἶπεν, «ἐκτείνας, »ἀλλʼ «ἐκτείνων, »ἢ ἅπαξ μὲν αὐτὸν κατʼ οὐσίαν ἐξέτεινεν, ἀεὶ δὲ αὐτὸν ἐκτείνει κατὰ τὴν πρόνοιαν; Τοιοῦτόν ἐστι καὶ τὸ Ἰὼβ εἰρημένον· ὁ «Ποιῶν Πλειάδα. καὶ Ἔσπςρον, καὶ Ἀρκτοῦρον καὶ ταμεῖα Νότου. »Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα, κ. τ. ἐ. Τῷ μὲν Ἀβραὰμ οἱ ἄγγελοι ὡς πνεύματα ἐφάνησαν, τοῖς δὲ Σοδομίταις ὥσπερ πῦρ φλέγον. Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, κ. τ. ἐ. Ὁ μὲν Ἰὼβ εἶπε· «Κρεμάσας τὴν γῆν ἐπὶ μηδενός· »ὁ δὲ Δαυῖδ, «ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς. Ἑκάτεροι δὲ ἀναιροῦσι τὸ εἶναι σῶμά τι ἕτερον βαστάζον αὐτὴν ὑποκάτω· ἡ γὰρ ἀσφάλεια οὐκ ἔστιν οὐσία, ἀλλὰ τέχνη Θεοῦ, ἀκίνητον τὴν γῆν ἐν τῇ σφαίρᾳ διαφυλάττουσα. Ἄβυσσος ὡς ἱμάτιαον τὸ περιβόλαιον αὐτοῦ, κ. τ. ἑ. Τὸ ἀκατάληπτον τῆς γνώσεως τοῦ Θεοῦ διὰ τῆς ἀβύσσου παρίστησι. Ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσι πεδία εἰς τόν τόπον ὃν ἐθεμελίωσας αὐτοῖς, κ. τ. ἑ. Λογικάς τινας διὰ τῶν λόγων τούτων αἰνίττεται φύσεις. Ὅριον ἔθου ὃ οὐ παρελεύσονται, κ. τ. ἑ. Περὶ τῶν καταχθονίων δαιμόνων ταῦτα λέγεσθαί φασι. Ποτίζων ὄρη ἐκ τῶν ὑπερώων αὐτοῦ, κ. τ. ἑ Ὑπερῷα Θεοῦ φύσεις καθαραὶ ποτίζουσαι τοὺς ὑψηλοτέρους τῇ καρδίᾳ. Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, κ. τ. ἑ. Ὁ δὲ Ἑβραῖος καὶ οἱ λοιποὶ «τοῦ Κυρίου »τεθείκασιν. Διεξελθὼν τὰ κάρπιμα, ἀναγκαίως μνημονεύει καὶ τῶν ἀκάρπων, ὡς ἀναγκαῖον τοῖς ἀνθρώποις καὶ αὐτὰ παρεχόντων χρείαν. Διὰ τοῦτο καὶ «Κυρίου »αὐτὰ προσηγόρευσεν, ὡς αὐτοφυᾶ καὶ οὐ χειρόκμητα, ἀλλὰ τῷ θείῳ λόγῳ βλαστήσαντα· διὸ καὶ ἐπήγαγεν· «Αἱ κέδροι τοῦ Λιβάνου ἃς ἐφύτευσας. »Τοῦ αὐτοῦ. Ὥσπερ ἐστί τινα ξύλα τοῦ παραδείσου, οὕτω καὶ ξύλα πεδίου.