Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΚΖ΄.
Origen, Selecta in Psalmos [Dub.] 10-12
Not analysed yet
Σῶσον τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομία σου, καὶ ποίμανον αὐτοὺς, καὶ ἔπαρον αὐτούς ἕως τοῦ αέῶνος, κ. τ. ἐ. Κληρονομίαν (31) νῦν λέγει τὴν κληρονομοῦσαν αὐτὸν φύσιν λογικήν. τοῦ αὐτοῦ. Αὐτὸς ὁ Χριστὸς (32) ἡμᾶς ποιμανεῖ τοὺς εἰς αὐτὸν πεπιστευκότας, πέμψας ἀντʼ αὐτοῦ καὶ ὡς αὐτὸν τὸν Παράκλητον, ὅ ἐστι τὸ Πνεῦμα τῆς ἀληθείας. Καὶ μὴν καὶ ἐπαίρει ἀπὸ τῶν γηίνων, τουτἐστιν ὑψηλοὺς ἀποφαίνει εἰς τοὺς μέλλοντας καὶ ἀτελευτήτους αἰῶνας.