Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΝΑ΄.
Origen, Selecta in Psalmos [Dub.] 10-20
Not analysed yet
Ἐγὼ δέ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, κ. τ. ἑ. «Ὁ καρπὸς (27) τοῦ πνεύματός ἐππι χαρὰ, εἰρήνη, ἀγάπη, μακροθυμία, »κ. τ. ἑ. Τοῦτον τοίνυν τὸν καρπὸν ἔχων ἐν ἑαυτῷ ὁ ἅγιος ἔλεγεν· «Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος. »Ἐλαίᾳ δὲ κατακάρπῳ ὁμοιοῖ ἑαυτὸν, ἐπειδὴ ἐλεημοσύνης ἐπικρατούσης ἐν αὐτῷ, ἀκολούθως εἵποντο αἱ λοιπαὶ ἀρεταί. Οὕτω τὸν Ἰὼβ ἀνδρεῖόν φαμεν, καὶ τὸν Ἰωσὴφ σώφρονα, καὶ τοὺς λοιποὺς ἀπὸ τῆς ἐπικρατούσης ἀρετῆς ὀνομάζοντες αὐτούς.