Ancient Greek · ~5 min
10 to 15
Origen, Selecta in Psalmos [Dub.] 10-24-15
Not analysed yet
Βροχὴν ἐκούσιον ἀφορεῖς, ὁ Θεὸς, τῇ κληρονομίμ σου, κ. τ. ἑ. Ὁ μὴ τυχὼν (82) τῆς ἐκουσίου βροχῆς ἐν ἀβροχίᾳ ἐστί. Βροχὴ δὲ ἑκούσιός ἐστιν ὁ Χριστὸς ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὡς φησιν· «Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν. »Τὰ ζῶά σου κατοικοῦσιν ἐν αὐτῇ. Ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ, κ. τ. ἑ. Ζῶα τὰ χερουβὶμ (83) καὶ τὰ σεραφὶμ κατοικοῦσιν ἐν τῇ κληρονομίᾳ τοῦ Θεοῦ, περὶ ὧν, οἶμαι, εἴρηται τὸ, «Ἐν μέσῳ δύο ζώων γνωσθήσῃ. »Τοῦ αὐτοῦ. Ζῶα λέγει (84) φύσεις λογικὰς, ἀλογωτέρας οὕσης καταστάσεως. Ἐὰν κοιμηθῆτε ἀναμέσον τῶν κλήρων, πτέρυγες περιστςπᾶς περιηργυρωμέναι, καὶ τα μετάρενα αὐτῆς ἐν χλωρότητι χρυσίου, κ. τ. ἑ. Τοὺς κλήρους (85) καὶ τὰς πτέρυγας οἱ μὲν εἰρήκασι Παλαιὰν καὶ Καινὴν Διαθήκην· οἱ δὲ πρᾶξιν καὶ θεωρίαν· ἄλλοι δὲ γνῶσιν σωμάτων καὶ ἀσωμάτων· ἕτεροι δὲ γνῶσιν Θεοῦ, καὶ τοῦ ἀποσταλέντος ὑπʼ αὐτοῦ Χριστοῦ. Ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς ἐπʼ αὐτῆς, κ. τ. ἑ. Βασιλεῖς εἰσιν (86) ἤτοι οἱ ὑποτάξαντες τὰ πάθη, ἢ οἱ τῆς θεωρίας τῶν γεγονότων τετυχηκότες. Λέγονται δὲ βασιλεῖαι καὶ αὐτὰ τὰ χαρίσματα τοῦ Πνεύματος τοῦ ἁγίου, καθʼ ἃ βασιλεύειν λέγονται οἱ μέτοχοι αὐτῶν. Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον, κ. τ. ἑ. Ἅρμα Θεοῦ (87) ψυχαὶ καθαραὶ, ἐφʼ ἃς ἐπιβαίνει· «Ἐπέβη »γὰρ «ἐπὶ χερουβὶμ. καὶ ἐπετάσθη. »