Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΙϚ´
Origen, Selecta in Psalmos [Dub.] 10-5
Not analysed yet
Οἱ ἐχθροί μου τὴν ψυχήν μου περιέσχον. Τὸ στέαρ αὐτῶν συνέκλεισαν· τὸ στόμα αὐτῶν ἐλάλησεν ὑπερηφανίαν, κ. τ. ἑ. Ὄταν αἰσθανώμεθα (47) διαλογισμῶν χειρόνων περιεχόντων τὴν ψυχὴν ἡμῶν, τότε λέγομεν· «Οἱ ἐχθροί μου τὴν ψυχή μου περιέσχον· »ἐὰν δὲ παχύνωσιν ἡμῶν τὸ διανοητικὸν, «τὸ στέαρ αὐτῶν συνέκλεισαν. »Πολιορκίαν δὲ ἐμφαίνει καὶ τῶν ἐχθρῶν τὴν ὡμότητα, συγκλεισάντων τὸ στέαρ αὐτῶν διὰ τὴν πρὸς τὴν ὕλην προσπάθειαν. Ὅλοι γὰρ διʼ ὅλου σάρκινοι τυγχάνουσι.