Ancient Greek · ~7 min
109 to 114
Origen, Selecta in Psalmos [Dub.] 109-114
Not analysed yet
Τολλοὶ οἱ ἐκδιώκοντές με καὶ θλίβοντες· ἐκ ν μαρτυρίων σου οὐκ ἐξέκλινα, κ. τ. ἑ. «Μακάι, φησὶν, οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι τῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. »Τοῦ αὐτοῦ. Τὸ πλῆθος ἐχθροὺς ὁρατοὺς καὶ ἀοράς αἰνίττεται, ὧν οἱ διωγμοὶ καὶ αἱ θλίψεις διά· ροι. Οἱ μὲν γὰρ φιλίαν ὑποκρινόμενοι τὰς ἡδονὰς οβάλλουσιν· οἱ δὲ τὴν ἔχθραν γυμνώσαντες πᾶν ος πειρασμῶν ὑποφέρουσιν. Ἀλλʼ ἡμεῖς ἐκ τῶν μαρτυρίων τοῦ Θεοῦ μὴ ἐκκλίνωμεν, ἐν οἷς ἡμῖν διἐμαρτύρατο· «Ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. »Εἶδον ἀσυνετοῦνεας καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο, κ. τ. ἑ. «Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με. »Ἴδε, ὅτι τὰς ἐντολάς σου ἠγάπησα, Κύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με, κ. τ. ἑ. Καὶ ἐπὶ τοῦτο προκαλεῖται τὸν Θεὸν, καί φησι πρὸς αὐτόν· Καλῶ σου τὸ πρόσωπον. Θαῤῥῶ γὰρ, ὅτι τὸ πρόσωπόν σου κλίνων πρὸς μὲ, ἵνα με κατανοήσῃς, ὄψει τίνα τρόπον τὰς ἐντολάς σου τετήρηκα· τοὺς γὰρ τύπους τῶν ἀγαθῶν ἔργων εὑρήσεις ἐν ἐμοί. Ἄρχοντες κατεδίωξάν με δωρεὰν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου, κ τ. ἑ. Ἄρχοντας λέγει τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου. «Ἔρχεται γὰρ, φησὶν, ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρίσκει οὐδέν. »Κόσμον δὲ λέγει οὐ τὸ ἐξ οὐρανοῦ καὶ γῆς σύστημα, ἀλλὰ τοὺς κοσμικὸν βίον βιοῦντας. Τοῦ αὐτοῦ. Ἔχει μὲν καὶ τὸ ἴδιον τοῦ Δανῒδ ὁ λόγος, ὅτι, μάτην καὶ κατὰ φθόνον ὑπὸ τοῦ Σαοὺλ διωκόμενος, φόβῳ τῷ πρὸς Θεὸν ἐπέσχε τὸ ἀμύνασθαι. Διήκει δὲ καὶ εἰς τὸ κοινὸν, ὅτι τῶν ἀρχοντιῶν πολεμίων οὐκ ἔστιν ἑτέρως ἀβλαβεῖς ἀπαλλάττεσθαι, μὴ οὐχὶ φόβῳ Θεοῦ φρουρουμένους.