Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΞΕ΄.
Origen, Selecta in Psalmos [Dub.] 11-13
Not analysed yet
Τοῦ αὐτοῦ. Παραπικραίνοντές (57) εἰσιν οἱ δεδωκότες εἰς τὸ βρῶμα αὐτοῦ χολὴν, καὶ εἰς τὴν δίψαν ποτίσαντες ὄξος. Τούτους ὁ μὲν Θεοδοτίων «ἐκκλίναντας »εἶπεν, «ἀφισταμένους »δὲ ὁ Ἀκύλας· σαφέστερον δὲ ὁ Σύμμαχος εἴρηκεν· «Οἱ ἀπειθεῖς μὴ ὑψούτωσαν ἑαυτούς. »Μὴ τοίνυν μέγα φρονείτω ὁ ὑπέροπτος λαὸς τοῦ Ἰσραὴλ, μηδὲ κατὰ τῆς τῶν ἐθνῶν πληθύος ὑψηλὴν ἐπαιρέτω τὴν ὀφρὺν, μηδὲ λεγέτω καθ ἑαυτόν· Ἐγὼ πρωτότοκός εἰμι ἐν τέκνοι; Θεοῦ.