Ancient Greek · ~16 min
ΨΑΛΜΟΣ. Β΄.
Origen, Selecta in Psalmos [Dub.] 11.1
Not analysed yet
Καὶ νῦν, βασιλεῖς, σύνετε, παιδεύθητε, πάντες οἱ κρίνοντες τὴν γῆν, κ. τ. ἑ. Οὐκ ἀλλότριον μὲν (78) τῆς χρηστότητος τοῦ Σωτῆρος τὸ τοῖς παραστᾶσι βασιλεῦσι τῆς γῆς μετὰ τῶν ἀρχόντων τῶν συναχθέντων κατʼ αὐτοῦ λέγειν τὸ, «Καὶ νῦν, βασιλεῖς, σύνετε· »εἰ γὰρ καὶ πρότερον ἀγνοήσαντες ἐπεβουλεύσατε, ἀλλὰ νῦν συνέντες μετανοήσατε. Τῳ δὲ μὴ προσκεῖσθαι τὸ «τῆς γῆς, »μήποτε «βασιλεῖς »τοὺς ἁγίους φησίν· κυρίως γὰρ βασιλεὺς ὁ ἄρχειν ἐπιστάμενος ἀνυπευθύνως. Πῶς δὲ οὐ βασιλεὺς ὁ κληρονομῶν βασιλείαν οὐρανῶν, καὶ ἐσόμενος ἐν βασιλείᾳ τοῦ Θεοῦ; Καὶ δεῖ γε τὸν ἅγιον, ἀγωνιζόμενον βασιλεύειν, ἄρξασθαι ἀφʼ αὐτοῦ καὶ τῶν ἰδίων κινημάτων. Τούτων γὰρ πρότερον βασιλεῦσαι δεῖ, μηκέτι βασιλευόμενον ὑπὸ τῆς ἁμαρτίας τῆς μεμελετηκυίας βασιλεύειν ἐν τῷ θνητῷ ἡμῶν σώματι. Δοκεῖ δὲ τὸ, «ἐπιστημώθητε,» ὡς Ἀκύλας ἐκδέδωκεν, ἐμφατικώτερον εἶναι τοῦ «σύνετε, »προστάσσον ἐπεστήμην ἀναλαβεῖν οἰκείαν οὗσαν οὐκ ἄλλῳ τῳ ἢ τοῖς βασιλεῦσι· «Παιδεύθητε, πάντες οἱ κρίνοντες τὴν γῆν. »Ὃν τρόπον διχῶς ἐξεδεξάμεθα τοὺς βασιλεῖς, οὕτως καὶ τοὺς κρίνοντας τὴν γῆν νοῆσαι ἡμᾶς δυνατόν. Ἢ γὰρ οἱ ἄρχοντες οἱ συναχθέντες ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ κρίνοντες λέγοιντο ἂν τὴν γῆν, οἰκείου τοῖς ἄρχουσιν ἔργου τυγχάνοντος τοῦ κρίνειν· ἢ κρίνοντες τὴν γῆν οἱ ἅγιοι, ὡς δείξομεν. Τὸ δὲ, «παιδεύθητε, »ἤτοι δηλοῖ τὸ, τῇ παιδείᾳ καὶ διδασκαλίᾳ ἑαυτοὺς παράδοτε, ἢ τοῖς κολαστηρίοις τοῖς παιδεύουσι τοὺς τοιούτων φαρμάκων δεδεημένους. Εἰκὸς δὲ, ζητήσει τις εἰ κατὰ τὴν ἐν κολάσεσι παιδείαν προστάσσεταί τις παιδευθῆναι, καὶ ἑκουσίως ἑαυτὸν ταύτῃ παραδοῦναι. Ἀποκριτέον δὲ πρὸς τὴν ζήτησιν πλειόνων κατὰ τὸν τόπον ἀπορουμένων, ὅτι τάχα μέν τινες, τῷ εἶναι νήπιοι, καὶ ἄκοντες ἐπὶ τὴν τοιαύτην παίδευσιν ἕλκονται· καὶ οὗτοί γε περὶ ὧν ὁ Προφήτης φησίν· «Ἐὰν ἐγκαταλείπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου, καὶ ἐν τοῖς κρίμασί μου μὴ πορευθῶσιν· ἐὰν τὰ δικαιώματά μου βεβηλώσωσιν, καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν, ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξι τὰς ἁμαρτίας αὐτῶν, τὸ δὲ ἔλεός μου μὴ διασκεδάσω ἀπʼ αὐτοῦ. »Τάχα δὲ καὶ εἰς συναίσθησιν ἐλθόντες τῶν ἰδίων πταισμάτων τινὲς παραδιδόασιν ἑαυτοὺς, ὡς ἐπὶ θεραπείᾳ δεόμενοι τοῦ τὴν ἐπιστήμην ταύτην ἔχοντος, τοῖς ἐπιπονωτάτοις καὶ βελτιῶσαι δυναμένοις. Οἶμαι δὲ τούτων εἶναι τοὺς παρὰ τῷ Ἡσαῒᾳ λεγομένους· «Θελήσουσιν, εἰ ἐγένοντο πυρίκαυστοι· »καὶ τοὺς εὐχομένους κατὰ τὸν Ἰερεμίαν, καὶ λέγοντας· «Παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ, ἵνα μὴ ὀλίγους ἡμᾶς ποιήσῃς. »Τὰ γὰρ ἐπίπονα καὶ τὰ σφοδρότερα παραιτούμενοι, τὰς κολάσεις οὐ πάντη παραιτοῦνται διʼ ὧν λέγουσιν. Ἐπιστήσωμεν δὲ εἰ μὴ τῶν ἑκουσίως κολαζομένων ἐστὶν ἡ λέγουσα φωνή· «Ὀργὴν Κυρίου ὑποίσω, ὅτι ἥμαρτον αὐτῷ, ἕως τοῦ δικαιῶσαι αὐτὸν τὴν δίκην μου. »Τάχα οὖν καὶ οἱ κρίνοντες τὴν γῆν οὐ παιδευθήσονται, ἐὰν μὴ ἑαυτοὺς τῷ παιδεύεσθαι παραδῶσιν. Ἐπειδὴ δὲ μᾶλλον προσετιθέμεθα τῷ βασιλεῖς εἶναι τοὺς ἐπὶ τὴν σύνεσιν καλουμένους ἁγίους, φέρε παραπλησίως ἴδωμεν καὶ τοὺς κρίνοντας τὴν γῆν. Ἴδιον δὲ τοῦτο τῶν ἀγίων εὑρίσκομεν, κρίνειν διʼ ὧν εὖ πεποιήκασι, τοὺς μὴ τὰ ὅμοια ἐζηλωκότας. «Ἄνδρες »γὰρ «Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει καὶ κατακρινοῦσι τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε, »φησὶν ὁ Σωτήρ. Ἀλλὰ καὶ «βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει, καὶ κατακρινεῖ τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, ὅτι ἦλθεν ἀπὸ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τῆς σοφίας Σολομῶντος, καὶ ἰδοὺ πλεῖον Σολομῶντος ὧδε. »Οὐκοῦν Νινευῖται καὶ ἡ βασίλισσα νότου τῶν κρινόντων εἰσὶ τοὺς τοῦ Σωτῆρος ἀκούσαντας, καὶ μὴ μεταβαλόντας, καὶ τοὺς καταφρονήσαντας τῆς διδασκαλίας Ἰησοῦ. Τάχα δὲ οὕτως καὶ οἱ τοῦ Χριστοῦ ἀπόστολοι κρινοῦσι τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ μὴ πιστευούσας εἰς τὸν Χριστόν. Καὶ πᾶσαν δὲ τὴν γῆν οἱ ἐν πάσῃ τῇ γῇ πεπιστευκότες κρινοῦσιν ἕκαστοι τῶν ἐν μέρει τοὺς ἐκεῖ ἀπίστους. Παρακαλεῖ τοίνυν ὁ λόγος τοὺς κρίνοντας τὴν γῆν ἐπὶ τὴν παίδευσιν τὴν κατὰ παράδοσιν ἐπιστήμης, ὡς καὶ ὁ Σολομῶν ἐν ταῖς Παροιμίαις ἐπὶ τὸ αὐτὸ λέγων· «Λάβετε παιδείαν, καὶ μὴ ἀργύριον, καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον. »