Ancient Greek
9 to 10
Origen, Selecta in Psalmos [Dub.] 9-2-10
Not analysed yet
Τοῦ αὐτοῦ. Εἰ ποιμαίνει (77) κατʼ ἐπαγγελίαν Θεοῦ, ποιμὴν οὖν ὁ Χριστός. Ποιμὴν δέ ἐστι ποιμαίνων ἐν ῥάβδῳ σιδηρᾷ, καὶ ποιμὴν καλός. Τοῦ αὐτοῦ. Ῥάβδος Θεοῦ ἡ ἐξουσία, ἡ κατὰ τῶν ἀπειθούντων τιμωρία, τουτέστιν ἐν τῷ σταυρῷ· ἡ μὲν γὰρ ὕλη ξύλου, ἡ δὲ ἰσχὺς σιδηρᾶ.