Ancient Greek · ~18 min
ΨΑΛΜΟΣ. Δ΄.
Origen, Selecta in Psalmos [Dub.] 11.1-2
Not analysed yet
Ἐσημειώθη ἐφʼ ἡμᾶς τὸ φῶς τοῦ προσώπουσου, Κύριε, κ. τ. ἐ. Ὅτι φῶς ἐστιν ὁ Θεὸς (14), Ἰωάννης φησὶν ἐν τῇ Καθολικῇ ἐπιστολῇ· Ὁ Θεὸς φῶς ἐστι, καὶ σκοτία ἐν αὐτῷ ἐστιν οὐδεμία. »Κἂν πῦρ δὲ λέγηται, ὡς ὁ Παῦλος ἐν τῇ πρὸς Ἐβραίους φησί· Καὶ γὰρ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστί· »δεικνὺς αὐτὸν εἶναι Θεὸν νόμου καὶ Εὐαγγελίου, τουτέστι τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ διὰ τοῦτο Θεὸν ἡμῶν· οὐκ ἄλλο τι νοητέον εἶναι τοῦ φωτὸς τῇ ἐπινοίᾳ διαφέρον τοῦ πυρὸς τοὺ καταναλίσκοντος τοῦ παρὰ τὸ φῶς. Ὥσπερ καὶ ἐπὶ τῷ σωματικῷ συνέτυχεν ἡ μὲν αὐ τὴ οὐσία καθʼ ὅ μὲν φωτίζει, φῶς ἐστι, καθʼ ὃ δὲ ἐπικρατεῖ τῶν τοιῶνδε ὑλῶν, καυστικὴ καὶ καταναλωτικὴ τυγχάνουσα αὐτῶν, πῦρ ἐστι καταναλίσκον· οὕτω τοιγαροῦν καὶ ὁ Θεὸς τῶν μὲν χειρόνων ἀφανιστικός ἐστι, καὶ τῆς κακίας ἐξαναλωτικὸς, τοῖς δὲ ἐπιτηδείοις καὶ κεκαθαρμένοις τὴν καρδίαν φῶς τυγχάνει. Ὃν τρόπον δὲ ἐπὶ τοῦ σωματικοῦ φωτὸς συντέτευχε τὸ συνεργεῖν αὐτὸ τοῖς ὑγιαίνοντας ἔχουσιν ὀφθαλμοὺς πρός τε τὴν αὐτοῦ θέαν καὶ τὴν τῶν αἰσθητῶν· τὸν αὐτὸν τρόπον ὁ Θεὸς δυνάμει τινὶ φθάνων ἐπὶ τὸν ἑκάστων νοῦν, ἐὰν μηδαμόθεν οὗτος ἐφʼ ὃν φθάνει συγκεκαλυμμένος ᾖ, μηδὲ ἀπὸ παθῶν τι κωλυτικὸν πεπονθὼς τῆς ἰδίας ὀξυδερκίας, αἴτιος γίνεται, τοῦ τε αὐτὸν νοεῖσθαι καὶ ἐπὶ τὰ ἄλλα νοητὰ φθάνειν τὸν φωτιζόμενον ὐπʼ αὐτοῦ νοῦν. Οὐ θαυμαστὸν δὲ εἴ τινες διορατικοὶ ἐν τέχναις ἢ ἐπιστήμαις τισὶ τυγχάνοντες, ἣ ὀξύτατοι περὶ κατανόησιν ἠθικῶν τινων καὶ λογι κῶν προβλημάτων, ἀγνοοῦσι Θεόν. Ὁμοιοῦμεν γὰρ αὐτῶν τὸ διανοητικὸν ὀφθαλμῷ ἐνατενίζοντι παντὶ μᾶλλον ἢ τῷ ἡλίῳ, καὶ μηδέποτε ἐπαιρομένῳ πρὸς τὸ κατανοῆσαι τὰς τούτου αὐγάς. Ὥσπερ μέντοιγε φθάνει ἡ ἡλιακὴ ἀκτὶς ἐπὶ τὸ πρόσωπον τοῦ ἐνορῶντος αὐτῷ, καὶ οὐχ οἷόν τε ἀμοιρεῖν ἡλίου τὸν πρὸς αὐτῷ τυγχάνοντα· οὕτως νοητέον πάντως μετέχειν Θεοῦ τὸν κατανοοῦντα τὸν νόμον τοῦ θείου λόγου, ἐπιδόντα τὸν νοῦν ἑαυτοῦ πρὸς τὸ συνιέναι Θεόν· ὅπερ οἶμαι δηλοῦντα τὸν Προφήτην ἐνθάδε λέγειν τό· «Ἐσημειώθη ἐφʼ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. »Σημεῖον γὰρ, φησὶ, τοῦ φωτὸς τοῦ ἐν τῇ προσόψει σου, φθάσαν εἰς ἡμᾶς, ἐντετύπωται ἡμῖν, καὶ αὐτὸ τὸ φῶς τῆς προσόψεώς σου ἐγκεχάρακται, ὥστε τὸν εἰδότα ὁρᾷν σημεῖον τοῦ φωτὸς σεσημειωμένον Θεοῦ τηνικαῦτα νοεῖν τοῦτο γενόμενον ἐν ἡμῖν. Οἶμαι δὲ καὶ τὸ ἀπόῤῥητον τοῦτο δηλοῦσθαι ἐν τῇ Ἐξόδῳ, ὅτι Μωϋσέως ἐπὶ πλέον ὁμιλοῦντος τῷ Θεῷ καὶ συνόντος αὐτῷ δεδόξασται πρόσωπον, ὥστε μὴ δύνασθαι τοὺς υἱοὺς Ἰσραὴλ ἀτενίσαι εἰς τὴν δδόξαν αὐτοῦ, καὶ διὰ τοῦτο κάλυμμα λαβόντα τὸν θεράποντα ὁμιλεῖν τῷ λαῷ. Πᾶσα δὲ ψυχὴ ἀνακειμένη Θεῷ, καὶ εἰς τὸ ἀληθὲς αὐτοῦ καὶ τοῖς πολλοῖς ἀθεώρητον εἰσελθοῦσα, μεταλαβοῦσά τε τῆς θειότητος, οὐ χωρητὴ τοῖς πολλοῖς γίνεται, ὥστε αὐτὴν ἐγκεκαλυμμένην οἰκονομεῖν τοὺς ὑποδεεστέρους διαεγομένην τὰ κατάλληλα αὐτοῖς. Ὅτι δὲ τὸ ὀνομαόμενον πρόσωπον τοῦ Θεοῦ, φωτίζον τὸ δυνάμενον αὐτοῦ χωρῆσαι τὰς αὐγὰς ἡγεμονικὸν, αἴτιον γνώσεως γίνεται, διὰ τοῦ ἐξηκοστοῦ ἕκτου ψαλμοῦ παρἰσταται οὕτως ἔχοντος· «Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον ἐφʼ ἡμᾶς, τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου,» καὶ τὰ ἐξῆς. Οἱ μετέχοντες οὕτω τοῦ φωτὸς καὶ δυνάμενοι ἔργῳ εἰπεῖν· Ἐσημειώθη ἐφʼ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε, »αἴτιον ὅν τοῦ μηδὲν παθεῖν ἐν τῷ καιρῷ τοῦ κολάζεσθαι τοὺς τοιούτων φαρμάκων δεομένους, ἔχουσι τὸ φῶς ᾧ κεκοινωνήκασιν. Οἶμαι δὲ τοῦτο δηλουσθαι ἐν τοῖς Ψαλμοῖς καὶ ἐν τῷ Ἰεζεκιήλ· ἐν μὲν τοῖς Ψαλμοις τοῦτον τρόπον· «Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν, τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου, ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου· »ἐν δὲ τῷ Ἰεζεκιήλ· «Καὶ δόξα Θεοῦ Ἰσραὴλ ἀνέβη ἀπὸ τῶν χερουβεὶμ, ἡ οὖσα ἐπʼ αὐτῶν, εἰς τὸ αἴθριον τοῦ οἴκου. Καὶ ἐκάλεσε τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὸν ποδήρη, ὅς εἶχεν ἐπὶ τῆς ὀσφύος αὐτοῦ τὴν ζώνην. Καὶ εἶπε πρὸς αὐτόν· Δίελθε μέσην Ἱερουσαὴμ, καὶ δὸς σημεῖον ἐπὶ τὰ μέτωπα τῶν ἀνδρῶν τῶν ταταστεωαζόντων καὶ κατοδυνωμένων ἐπὶ πάσαις αῖς ἀνομίαις ταῖς γινομέναις ἐν μέσῳ αὐτῆς. Καὶ ούτοις εἶπεν, ἀκούοντός μου· Πορεύεσθε ὀπίσω αὐου εἰς τὴν πόλιν, καὶ κόπτετε, καὶ μὴ φείδεσθε τοῖς φθαλμοῖς ὑμῶν, καὶ μὴ ἐλεήσητε. Πρεσβύτερον καὶ εανίσκον, καὶ παρθένον, καὶ νήπια, καὶ γυναῖκας ποκτείνατε εἰς ἐξάλειψιν· ἐπὶ δὲ πάντας ἐφʼ οὕς στι τὸ σημεῖον, μὴ ἐγγίσητε, καὶ ἀπὸ τῶν ἀγίων ου ἄρξασθε. »Τίς γὰρ ἡ δεδομένη ἀπὸ τοῦ Θεοῦ ημείωσις τοῖς εὐλαβέσιν; ἢ τί τὸ σημεῖον τὸ ἐπὶ τὰ ετωπα διδόμενον τῶν τῆς ἀληθείας ζηλωτῶν καὶ τεναζόντων ἐπὶ ταῖς παραβάσεσι ταῖς γινομέναις ἐν τῷ λαῷ, ἢ ἡ κοινωνία τῆς θειότητος εἰς τοὺς ὑγιῶς τὴν νοοῦντας φθάνουσα;