Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ. Δ΄.
Origen, Selecta in Psalmos [Dub.] 12-2
Not analysed yet
Ἔδωκας εὐφροσύτην εἰς τὴν καρδίαν μου, τ. ἐ. Συνάδει τοῦ στίχου (15) ὁ νοῦς οἶς εἰς τὸν τὸ τούτου εἰρήκαμεν. Ἐν γὰρ τῷ σημειοῦσθαι ἐπὶ ὺς ἁγίους τὸ φῶς τοῦ προσώπου Κυρίου, τί ἄλλο τὶν ἡ εὐφραινομένη καρδία; Ὅπερ λαμβάνομεν τὶ τοῦ νοητικοῦ, ᾧ δίδοται ἡ εὐφροσύνη θεωροῦντι ὸν καί μετέχοντι τῆς θειότητος αὐτοῦ. Οὐ ταυτὸν ἐστι τῷ εὐφραίνεσθαι καρδίαν τὸ εὐφραίνεσθαι ρκα. Ἐν μὲν γὰρ θεωρίᾳ καρδία εὐφραίνεται· ἐν τοῖς ὑλικοῖς βρώμασί τε καὶ πόμασι καὶ μίξεσι ρς εὐφραίνεται, τῆς καρδίας πεπαχυμμένης καὶ ἐς τὸ ἴδιον ἀγαθὸν ἐμποδιζομένης. Ἐπὰν οὖν λέται ἐν αὐτοῖς τοῖς Ψαλμοῖς· «Οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου, καὶ ἄρτος καρδίαν ἀνθρώπω στηρίζει, »τὸν ἀληθινὸν ἄρτον νοητέον τροφιμώτατον ὅντα τῇ διανοίᾳ, καὶ τὸ γέννημα τῆς ἀληθινῆς ἀμπέλου μεθύσκον ὡς κράτιστον.