Ancient Greek · ~5 min
13 to 18
Origen, Selecta in Psalmos [Dub.] 13-10-18
Not analysed yet
Ἐπείρασάν με, ἐξεμυκτήρισάν με, μυκτηρισμῷ, κ. τ. ἑ. Ἑλεῖν οὐ δυνηθέντες (13) διʼ ὧν ἐπειράθησαν, χλεύη γοῦν παρεμυθοῦντο πρὸς ἐμὲ, καὶ δίκην θηρῶν ἀγρίων τοὺς ὀδόντας, καὶ τὴν ὀργίλην καὶ θυμωτικὴν αὐτῶν δύναμιν ἐπʼ ἐμὲ ἔβρυξαν· καταφαγεῖν με γὰρ θέλοντες, ἀπέτυχον. Μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ματαίως, κ. τ. ἑ. Τῷ δικαίῳ (14) διὰ τὴν δικαιοσύνην ἐχθραίνοντες, ἀδίκως ἐχθραίνουσι. Ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν, καὶ ἐπʼ ὀργῇ δόλους διελογίζοντο, κ. τ. ἑ. «Ἔσεσθε »γὰρ (15), φησὶν, «ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν· »εἰρηνικὸς γὰρ οὗτος ὁ λόγος. Μηδὲ εἴποισαν· Κατεπίομεν αὐτόν, κ. τ. ἑ. Καὶ ὁ Παῦλός φησι (16) περὶ τοῦ ἐν Κορίνθῳ πεπορνευκότος· «Μήποτε τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. »Ἐνδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλοῤῥημονοῦντες ἐπʼ ἐμὲ, κ. τ. ἑ. Οἱ μὲν εἰς τὸν Χριστὸν (17) βαπτιζόμενοι τὸν Χριστὸν ἐνδύονται, τουτέστι δικαιοσύνην καὶ σοφίαν· οἱ δὲ εἰς τὸν Σατανᾶν βαπτιζόμενοι αἰσχύνην ἐνδύονται καὶ ἐντροπήν Καὶ εἰπάτωσαν διὰ παντός· Μεγαλυνθήτω ὁ Κύριος, οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ, κ. τ. ἑ. Ἀγγέλων μὲν (18) τὸ διὰ παντὸς μεγαλύνειν τὸν Κύριον· ἀνθρώπων δὲ τὸ μὴ διὰ παντός· δαιμόνων δὲ τὸ μήτε διὰ παντὸς, μήτε ποσοῦν.