Ancient Greek · ~2 min
13 to 14
Origen, Selecta in Psalmos [Dub.] 13-14-14
Not analysed yet
Ὅτι ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς, κ. τ. ἑ. Σαφῶς τοῦτο (59) ὅψει ἀπὸ τοῦ Ἰεζεκιὴλ, ἔνθα γέγραπται· Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων· Υἱὲ Ἀνθρώπου, ἰδοὺ γεγόνασί μοι οἷκος Ἰσραὴλ, ἀναμεμειγμένοι πάντες χαλκῷ, καὶ κασσιτέρῳ, καὶ μολίβδῳ, καὶ σιδήρῳ, ἐν μέσῳ καμίνου ἀργυρίου ἀναμεμιγμένος ἐστί. »Εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα, κ. τ. ἑ. Διὰ γὰρ πολλῶν θλέψεων (60) εἰσελθεῖν δεῖ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἀλλʼ εἰ καὶ ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν, ἀλλʼ οὖν θαῤῥοῦμεν διὰ ὑπομονῆς μετεωρίσαι αὐτὰς, κατασπωμένων ἀπʼ αὐτῶν τῶν ἐπικειμένων πολεμίων ἀνθρώπων.