Ancient Greek · ~2 min
13 to 14
Origen, Selecta in Psalmos [Dub.] 13-3-14
Not analysed yet
Ἧ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖταε εἰς τὸν αἰῶνα, κ. τ. ἑ. Ὥσπερ τὸ πνεῦμα (77) οὐ σβέννυται, οὔτως ἡ ὑπομονὴ οὐκ ἀπόλλυται. Ὁ γὰρ «Κύριος τὸ πνεῦμά ἐστι· »καί· «Ἡ ὑπομονή μου Κύριος.» Οὕτω καὶ ἐν Γαλάταις μορφοῦται Χριστὸς ἄμορφος ὤν. Ἐνταῦθα λέγεται καὶ κοιμᾶσθαι· Ἐξεγέρθητι, ἴνα τί ὑπνοῖς; »Ἀνάστηθι, Κύριε, μὴ κραταιούσθω ἄνθρωπος, κ. τ. ἑ. Τῷ οὖν λέγοντι (78), Κραταίωμά μου, ἐρεῖς σὺ, ὅτι ὁ Θεός ἐστιν ἤδη ὁ κραταιούμενος ἅγιον, τῶν ἀνθρωπίνων αὐτοῦ λογισμῶν καὶ κινημάτων ἀναιρεθέντων.