Ancient Greek · ~3 min
14 to 19
Origen, Selecta in Psalmos [Dub.] 14-12-19
Not analysed yet
Καὶ ἐπτείρασαν καὶ παρεπείπραναν τὸν Θεὸν τὸν ὕψιστον, κ. τ. ἑ. Ἁμαρτάνουσα ψυχὴ παραπικραίνει γνῶσιν· ἡ δὲ κατορθοῦσα γλυκαίνει αὐτήν. Μετεστράφησαν εἰς τόξον στρεβλόν, κ. τ. ἑ. Τόξον στρεβλὸν ψυχὴ διεστραμμένη· βέλη δὲ αὐτῆς λογισμοὶ πονηροί. Καὶ ἀπώσατο τὴν σκηνὴν Σηλὼμ, κ. τ. ἑ. Τὴν. ἐν Σηλὼμ ἑστῶσαν. Καὶ τὴν κληρονομίαν αὐτοῦ ὑπερεῖδεν, κ. τ ἑ. Κληρονομίαν ἐνταῦθα τὸ κληρονομοῦν εἴρηκεν. Ἄλλως κληρονομία Θεοῦ ψυχαὶ λογικαί. Τοὺς νεανίσκους αὐτῶν κατέφαγε πῦρ, κ. τ. ἑ. Τάχα πῦρ ἐστι τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ. Καὶ ἐξελέξατο τὴν φυλὴν Ἰούδα, κ. τ. ἑ. Πρόδηλον γὰρ, ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κὐριος ἡμῶν, »φησὶν Ἀπόστολος.